Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Kings

    Chapter 18

    Old Testament

    Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα.

    υἱὸς εἵκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειον αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβού, θυγάτηρ Ζαχαρίου.

    καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα

    ὅσα ἐποίησεν Δαυεὶε ὁ πατὴρ αὐτοῦ.

    αὐτὸς ἐξῆρεν τὰ ὑψηλά, καὶ συνέτριψεν τὰς στήλας, καὶ ἐξωλέθρευσεν τὰ ἀλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυςῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. καὶ ἐκάλεσεν αὐτὸν Νεσθαλεί.

    ἐν κυρίῳ θεῷ Ἰσραὴλ ἢλπισεν, καὶ μετ’αὐτὸν οὐκ ἐγενήθη ὄμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ.

    καὶ ἐκολλήθη τῷ κυρίῳ, οὑκ ἀπέστη ὅπισθεν αὐτοῦ, καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυςῇ.

    καὶ ἦν Κύριος μετ’αὐτοῦ, καὶ ἐν πᾶσιν οἶς ἐποίει συνῆκεν. καὶ ἡθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ.

    αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάξης καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου Φθλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.

    καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανάσσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ’αὐτήν.

    καὶ κατελάβετο αὐτὴν ἀπὸ τἐλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσῆε βασιλεῖ Ἰσραήλ, καὶ συνελήμφθη Σαμάρεια.

    καὶ ἀπᾠκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἁλάε καὶ ἐν Ἀβιὼρ ποταμῷ Γωξὰν καὶ Ὀρὴ Μήδων.

    ἀνθ’ ὧν ὅτι οὐκ ἤκουσαν τῆς Φωνῆς Κυρίου Θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωςῆς ὁ δοῦλος Κυρίου, καὶ οὑκ ἥκουσαν καὶ οὐκ ἐποίησαν.

    Καὶ τῷ τεσσαρεσκαιδεκάῳ ἔτει βασιλεῖ Ἑζεκιοὺ ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.

    καὶ ἀπέστελιεν Ἑζεκίας βασιλεὺς Ἰούδα ἀγγέ λους πρὸς βασιλέα Ἀσσυρίων εἰς Δαχεὶς λέγων Ἡμάρτηκα, ἁποστράΦητι ἀπ’ἐμοῦ. ὃ ἐὰν ἐπιθῇς ἐπ’ἐμὲ βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑξεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.

    καὶ ἔδωκεν Ἑξεκίας πᾶν τὸ ἀργύριον

    ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἑζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἑζεκίας βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν

    αὐτὰ βασιλεῖ Ἀσσυῤίων.

    Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν θανθὰν καὶ τὸν Ῥαφεὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχεὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἰερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἰερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.

    καὶ ἐβόησαν πρὸς Ἑζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἐλιακεὶμ νἰὸς Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωσαφὰτ ὁ ἀναμιμνήσκων.

    καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Εἴπατε δὴ πρὸς Ἑζεκίαν Τάδε λέγει ὀ βασιλεὺς ὀ μεγας βασιλεὺς Ἀσσυρίων Τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας;

    εἶπας, πλὴν λόγοι χειλέων Βουλὴ καὶ δύναμις εὶς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;

    νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ’ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ’ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεὶρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτόν.

    καὶ ὅτι εἶπας πρὸς μέ Ἐπὶ Κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὖτος ἀπέστησεν Ἑζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τῇ Ἰερουσαλήμ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ;

    καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ’ αὐτούς.

    καὶ πῶς ἀποστρέψετε τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ’ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.

    καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον διαφθεῖραι αὐτόν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γὴν ταύτην καὶ διάφθειρον αὐτήν.

    καὶ εἶπεν Ἐλιακεὶμ οἱὸς Χελκείου καὶ Σόμνας καὶ Ἰώας πρὸς Ῥαψάκην Λάλησον δὴ πρὸς τοὺς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ’ ἡμῶν Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;

    καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψακης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ανδρας τοὺς καθη-

    μένους ἐπὶ τοῦ τείχους, τοῦ Φαγεῖν τὴν κόπρον αἠτῶν καὶ πιεὶν τὸ οὖρον αὐτῶν μεθ’ ὑμῶν ἅμα;

    καὶ.ἔστη Ῥαψάκης καὶ ἐβόησεν μεγάλῃ Ἰουδαιστί· καὶ ἐλάλησεν καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

    Τάδε λέγει ὁ βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Ἑζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρὸς αὐτοῦ.

    καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἐςεκίας πρὸς Κύριον λέγων Ἐξαιρούμενος ἐξελεῖται Κύριος· οὐ μὴ παραδοθῇ ἡ πόλις αὔτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων.

    μὴ ἀκούετε Ἑζεκίου, ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ποιήσατε μετ’ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρὸς μέ, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ, καὶ ἀνὴρ τὴν συκὴν αὐτοῦ Φάγεται, καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,

    ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ έλαίας ἐλαίου καὶ μέλιτος· καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἑζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ὑμᾶς.

    μὴ ῥυόμενοι ἐρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστιος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός βασιλέως Ἀσσυρίων;

    ποῦ ἐστιν ὁ θεὸς Αἱμὰθ καὶ Ἀρφάλ; ποῦ ἔστιν ὁ θεὸς Σεπφαρουμάιν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;

    τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξεἰλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὄτι ἐξελεῖται Κύριος τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου;

    καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὄτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριθήσεσθε αὐτῷ.

    καὶ εἰσῆλθεν Ἐλιακεὶμ υἱὸς χελκείου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰώας υἱὸς Σαφὰν ὁ ἀναμιμνήσκων πρὸς τὸν Ἑζεκίαν διερρηχότες τὰ ἱμάτια, καὶ XIX