Chapter 22
Hellenistic Old Testament GreekΥἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τριάκοντα καὶ ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδειὰ θυγάτηρ Ἐδεινὰ ἐκ Βασουρώθ.
καὶ ἐποίησεν τὸ εὐθὲς εὐθὲς ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.
Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσείἁ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφὰν υἱὸν Ἐλίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου λέγων
Ἀνάβηθι πρὸς
ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθεν ἐν οἴκῳ Κυρίου, ὅ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ, λαοῦ,
καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου, τοῦ κατισχῦσαι τὸ βέσεκ τοῦ οἴκου,
τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασθαι ξ́ύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βέδεκ τοῦ οἴκου
πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν.
Καὶ εἶπεν Χελκείας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφὰν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Χελκείας τὸ βιβλίον πρὸς Σαφφάν, καὶ ἀνέγνω αὐτό.
καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ ποιούντων ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου.
καὶ εἶπεν Σαφφὰν ὀ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων Βιβλίον ἔδωκέν μοι Χελκείας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφφὰν ἐνώπιον τοῦ βασιλέως.
καὶ έγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ.
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ τῷ ἱερεῖ καὶ τῷ’Aχεικὰμ υἱῷ Σαφφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ καὶ τῷ Σαφφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαίᾳ δούλω τοῦ λέγων
Δεῦτε καὶ ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ἰούδα καὶ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ Κυρίου ἡ ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ’ ἡμῶν.
καὶ ἐπορεύθη Χελκείας ὁ ἱερεὺς καὶ Ἀχεικὰθ καὶ Ἀχοβὼρ καὶ Σαφφὰθ καὶ Ἀσαίας πρὸς Ὅλδαν τὴν προφῆτιν μητέρα Σελλὴμ υἱοῦ Θεκκουαὺ υἱοῦ ‘Aραὰς τοῦ ἱματιοφύλακος· καὶ αὕτη κατῴκει ἐν Ἰερουσαλὴμ ἐν τῇ μασενά· καὶ ἐλάλησαν πρὸς αὐτήν.
καὶ εἶπεν Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρὸς μέ
Tάδε λέγει Κύριος’Iδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα,
ἀνθ’ ὧν ἐνκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, κοὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οἰ λόγοι οὓς ἤκουσας,
ἀνθ’ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἄν τὸ πρόσωπον Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ· καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.
οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου πᾶσιν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. Καὶ XXIII