Chapter 23
Hellenistic Old Testament GreekXXIIIἐπέστρεψαν οἱ βασιλεῖς τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ.
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετ’ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, κοὶ ἀνέγνω ἐνώπιον αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.
καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάση ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκη.
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελεκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ
ἄλσει κα πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἰερουσαλὴμ ἐν σαλημὼθ Κεδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.
καὶ κατέκαυσεν τοὺς χωμαρεὶμ οὓς ἔδωκαν βασιλεῖ Ἰούδα, καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ἰούδα καὶ τοῖς περικύκλῳ Ἰερουσαλήμ, καὶ τοὺς θυμιῶντας τῷ Βάαλ καὶ τῶ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρὼθ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ.
καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου Κυρίου ἔξωθεν Ἰερουσαλὴμ εἰς τὸν χειμάρρουν Κεδρών, καὶ κατέκαυσεν κατέκαυσεν ἐν τῶ Χειμάρρῳ Κεδρὼν καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ ἔριψεν τὸν χοῦν αὐτοῦ εἰς τάφον τάφον τῶν υἱῶν τοῦ λαοῦ.
καὶ καθεῖλεν τὸν οἶκον τῶν καδησεὶμ τῶν ἐν τῷ οἴκῳ Κυρίου, οὗ αἱ γυναῖκες ὕφαινον ἐκεῖ χεττιεὶν τῷ ἄλσει.
καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ἰούδα, καὶ ἐμίανεν τὰ ὑψηλὰ οὗ ἐθυμίασαν ἐκεῖ οἱ ἱερεῖς ἀπὸ Γαιβὰλ καὶ ἕως Βηρσάβεε· καὶ καθεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν θύραν τῆς πύλης Ἰησοῦ ἄρχοντος τῆς πύλης, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλη τῆς πόλεως.
πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἰερουσαλήμ, ὅτι εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
καὶ μιανεῖτε τὸν Τάφεθ ἐν φάραγγι υἱοῦ Ἑννόμ, τοῦ διαγαγεῖν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν θυγατέρα αὐτοῦ τῷ Μόλοχ ἐν πυρί.
καὶ κατέκαυσεν τοὺς ἵππους οὑς ἔδωκαν βασιλεῖς Ἰούδα τῷ ἡλίῳ ἐν τῇ εἰόδῳ οἴκου Κυρίου εἰς τὸ γαζοφυλάκιον Ναθὰν βασιλέως τοῦ εὐνούχου ἐν φαρουρείμ· καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί.
καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἀχάξ, ἃ ἐποίησεν βασιλεὺς Ἰούδα, καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσῆς ἐν ταίς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρών.
καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἰερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ ὄν ᾠκοδόμησεν Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ’
προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Moλχὸν βδελύγματι υἱῶν Ἀμμών, ἐμίανεν ὁ βασιλεύς.
καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.
Καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλὸν ὃ ἐποίησεν’Iεροβοὰμ υἱὸς Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασεν, καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ κατέκαυσεν τὸ ἄλσος.
καὶ ἐξένευσεν’Iωσείας καὶ εἰδεν τοὺς τάφους ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν και κατεκαυσεν επι το θυσιαστηριον, και εμιανεν αυτο κοτα το Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ἰ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους,
καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ; καἰ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως Ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐξ Ἰούδα Ἰούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὑς ἐτ ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.
καὶ εἶπεν Ἄφετε αὐτό, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· κοὶ ἐρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.
καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὐς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὕς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσείας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἄ ἐποίησεν ἐν Βαιθήλ.
καὶ ἐθυσάασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ' αὐτα, καὶ ἐπεστράφη εἰς Ἰερουσαλήμ.
Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε πάσχα τῷ κυρίῳ θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης.
ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ’ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ἰσραὴλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα·
ὅτι ἀλλ' ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσεία ἐγενήθη τὸ πάσχα τῷ κυρίῳ
ἐν Ἰερουσαλήμ.
καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφεὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐξῆρεν Ἰωσείας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ οὗ εὗρεν Χελκείας ἱερεὺς ἐν οἴκῳ Κυρίου.
ὄμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ κα ἐν ὅλῃ ἰσχύι αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, κα μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὁργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς οὓς αὐτὸν Μανασσῆς.
καὶ εἶπεν Κύριος Καί γε τὸν Ἰουδὰ ἀπὶ τοῦ προσώπου αὐτοῦ, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, τὴν πόλιν ταύτην ἢν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον οὗ εἰπον Ἔσται τὸ ὄνομά μου
καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσείου κα πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη Ἰωσείας εἰς ἀπαντὴν αὐτοῦ. καὶ ἐθανάτωσεν αὐτὸν Νεχαὼ ἐν Μαγεδὼ ἐν τῷ ἰδεῖν αὐτόν.
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μακεδών, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, κα ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχὰς υἱὸν Ἰωσείου καὶ ἔχρισαν αὐτόν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
τους γνωριστας] om τους Α τα θεραειν] om τα A γη] pr τη A καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀμειταί, θυγάτηρ Ἰερεμίου ἐκ Λημνά.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Ἀβλαὰ ἐν γῇ Ἑμὰτ τοῦ μὴ
βασιλεύειν ἐν Ἰερουσαλήμ, καὶ ἔδωκεν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου.
καὶ ἐβασίλευσεν Φαραὼ Νεχαὼ ἐπ’ αὐτοὺς τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσείου βασιλέως Ἰούδα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, καἰ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ Ἰωακείμ· καὶ τὸν Ἰωαχὰς ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.
καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ἰωακεὶμ τῷ Φαραώ· πλὴν ἐτιμογράφησαν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ ἐπὶ στόματος Φαραώ· ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι τῷ Φαραὼ Νεχαώ.
Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰελλὰ θυγάτηρ Ἔδεὶλ ἐκ Κρουμά.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν Κυρίου κατὰ κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, XXIV