Chapter 2
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυεὶδ ἐν Κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰούδα; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ανάβηθι. καὶ εἶπεν Δαυείδ ἰδ’ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρών.
καὶ ἀνέβη ἔκει Δαυεὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Ἀχινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου,
καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρών.
καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσιν τὸν Δαυεὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα.
Καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ λέγοντες ὅτι οἱ ἄνδρες ἰαβεὶς τῆς Γαλαασείτιδος ἔθαψαν τὸν Σαούλ.
καὶ ἀπέστειλεν Δαυεὶδ ἀγγέλους
πρὸς τοὺς ἡγουμένους ἰαβεὶς τῆς Γαλααδείτιδος, ¶ καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε Τὸ ἕλεος τοῦ θεοῦ τὸν κύριον ὑμῶν Σαούλ, καὶ ἐθάψατε αὐτόν.
καὶ νῦν ποιήσαι Κύριος μεθ’ ὑμῶν ἕλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ’ ὑμῶν τὸ ἀγαθὸν τοῦτο, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο.
καὶ νῦν κραταιουαἱ χεῖρες ὑμῶν καὶ γίνεθσε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ ὑμῶν Σαούλ, καἰ γε ἐμὲ κέχρικεν ὁ οἶκος Ἰούδα ἐφ’ ἑαυτὸν εἰς βασιλέα.
Καὶ Ἀβεννὴρ υἱός Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβεν τὸν Ἰεβόσθε υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μανάεμ,
καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδεῖτιν καὶ ἐπὶ τὸν Θασειρεὶ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἐφράιμ καὶ ἐπὶ τὸν Βενιαμεὶν καὶ ἐπὶ πάντα Ἰσραήλ.
τεσσεράκοντα ἐτῶν Ἰεβόσθε υἱὸς Σαοὺλ ὅτε ἐβασίλευσεν ¶ ἐπὶ τὸν Ἰσραήλ, καὶ δύο ἣ ἐβασίλευσεν, πλὴν τοῦ οἴκου Ἰούδα οἳ ἦσαν ὀπίσω Δαυείδ.
καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυεὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰούδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας.
Καὶ ἐξῆλθεν Ἀβενὴρ υἱὺς Νὴρ καὶ οἱ παῖδες Ἰεβόσθαι υἱοῦ Σαοὺλ ἐκ Μανάειμ εἰς Γαβαώ·
καὶ Ἰωὰβ υἱὸς Σαρουιὰ καὶ οἱ παῖδες Δαυεὶδ ἐξῆλθον ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ § τὴν κρήνην τὴν Γαβαὼν ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν.
καὶ πρὸς Ἰωὰβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάἡμῶν· καὶ Εἶπεν Ἰωάβ Ἀναστήτωσαν.
καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμεὶν δώδεκα τῶν Ἰεβόσθε υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυείδ.
καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαών.
καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῆ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον
παίδων Δαυείδ.
καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιά, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ· καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννήρ, οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννήρ.
καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτος Ἀσαήλ; καὶ εἶπεν Ἐγὼ εἰμι.
καὶ εἶπεν ἦρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἡ εἰς τὰ ἀριστερά, κοὶ κατάσχε ἱν τῶν παιδαρίων καὶ λάβε σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλίναι ἐκ τῶν ὄπισθεν αὐτοῦ.
καὶ πατάξω σε εἰς τὴν γῆν· καὶ πὼς ῥὼ τὸ πρόσωπόν μου πρὸς
καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποθνήσκει ὑποκάτω αὐτοῦ· καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν, καὶ ὑφίστατο.
καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ Αβεννήρ, καὶ ὁ ἥλιος ἔδυνεν· καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμάν, ὅ ἐστιν ἐπὶ προσώπου Γαῖ, ὁδὸν ἔρημον Γαβαών.
καὶ συναθροίζονται υἱοὶ Βενιαμεὶν οἱ ὀπίσω Ἀβεννήρ, καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός.
καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία; ἢ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν;
καὶ εἶπεν Ἰωάβ νῇ Κύριος, ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ.
καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραήλ, καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν.
καὶ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν, καὶ ἔρχονται εἰς τὴν παρεμβολήν.
καὶ Ἰωὰβ
ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυεὶδ ἐννέα καὶ δέκα ἄνδρες.
καὶ καὶ οἱ παῖδες Δαυεὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμεὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ.
καὶ αἴρουσιν τὸν Ασαὴλ κ·αὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλέεμ· καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρών. Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ III