Chapter 3
Hellenistic Old Testament GreekIIIἀνὰ μέσον τοῦ οἴκου Δαυείδ· καὶ ὁ οἶκος Δαυεὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.
Καὶ ἐτέχθησαν τῷ Δαυεὶδ υἱοὶ ἐν Χεβρών, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Ἀμνὼν τῆς Ἀχεινόομ τῆς Ἰσραηλίτισος,
καὶ ὁ δεύτερος αὐτοῦ Δαλουιὰ τῆς Ἀβειγαίας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Ἀβεσσαλὼμ υἱὸς Μααχὰ θυγατρὸς Θομμεὶ βασιλέως Γεσείρ,
καὶ ὁ τέταρτος Ὀρνεὶλ υὑὸς Φεγγείθ, καὶ ὁ πέμπτος Σαβατειὰ τῆς Ἀβειτάλ,
καὶ ὁ ἕκτος Ἰεθεραάμ τῆς Αἰγὰλ γυναικὸς Δαυείδ· οὗτοι ἐτέχθησαν τῷ Δαυεὶδ ἐν Χεβρών.
Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαοὺλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυείδ, καὶ Ἀβεννὴρ ἦν κρατῶν τοῦ οἴκου Σαούλ.
καὶ τῷ Σαοὺλ παλλακὴ Ῥεσφὰ θυγάτηρ Ἰάλ· καὶ εἶπεν Μεμφιβόσθε υἱὸς Σαοὺλ πρὸς Ἀβεννήρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου Μεμφιβόσθε καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτόν Μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἕλεος σήμερον μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου κοὶ περὶ ἀδελφῶν καὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυείδ · καὶ ἐπιζητεῖς ἐπ’ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
τάδε ποιήσαι ὁ θεὸς τῷ Ἀβεννὴρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν Κύριος τῷ Δαυείδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ·
ερπιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαοὐλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυεὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηβσάβεε.
καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμφιβόσθε ἀποκριθῆναι τῷ Ἀβεννὴρ
ῥῆμα ἀπὸ τοῦ φοβεῖσθαι αὐτόν.
Καὶ ἀπέστειλεν Ἀβεννὴρ ἀγγέλους πρὸς Δαυεὶδ εἰς θαιλὰμ οὗ ἦν παραχρῆμα λέγων διαθήκην σου μετ’ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σο πρὸς σὲ πάντα τὸν οἶκον Ἰσραήλ.
καὶ εἶπεν Δαυείδ Ἐγὼ διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων οὐκ ὄψει τὸ πρόσωπον μου ἐὰν μὴ ἀγάγῃς τὴν θυγατέρα Σαοὐλ, παραγινομένου ἰδεῖν τὸ πρόσωπον μου.
καὶ Δαυεὶδ πρὸς Μεμφιβόσθε υἱὸν Σαοὺλ ἀγγέλους λέγω μοι τὴν γυναῖκά μου τὴν μελχόλ, ἢν ἔλαβον ἐν ἑκατὸν ἀλλοφύλων ἀλλοφύλων,
καὶ ἀπέστειλεν Μεμφιβόσθε καὶ αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιὴλ υἱοῦ Σέλλης.
καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ’ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακεὶ καὶ εἰπεν πρὸς αὐτὸν Ἀβεννήρ Πορεύου, ἀνάστρεφε· καὶ ἀνέστρεψεν. στρεψεν.
Καὶ εἶπεν Ἀβεννὴρ πρὸς τοὺς πρεσβυτέρους Ἰσραὴλ λέγων Ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυεὶδ βασιλεύειν ἐφ’ ὑμῶν.
καὶ νῦν ποιήσατε, ὅτι Κύριος ἐλάλησεν περὶ Δαυεὶδ λέγων Ἐν τοῦ δούλου μου Δαυεὶδ σώσω τὸν Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πόντων τῶν ἐχθρῶν αὐτῶν.
καὶ ἐλάλησεν Ἀβεννὴρ τοῖς ὠσὶν Βενιαμείν, καὶ ἐπορεύθη Ἀβεννὴρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυεὶδ εἰς Χεβρὼν πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ι καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμείν.
καὶ ἦλθεν πρὸς Δαυεὶδ εἰς Χεβρὼν καὶ μετ’ αὐτοῦ εἴκοσι ἄνδρες· καὶ Δαυεὶδ τῷ Ἀβεννὴρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ πότον.
καὶ εἶπεν Ἀβεννὴρ πρὸς Δαυείδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι, καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ἰσραήλ, καὶ διαθήσομαι μετ’ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυεὶδ τὸν Ἀβεννήρ, καὶ ἐπορεύθησαν ἐν εἰρήνῃ.
καὶ ἰδοὺ οἱ παῖδες Δαυεὶδ καὶ Ἰωὰβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας, σκῦλα πολλὰ ἔφεραν μετ’ αὐτῶν· καὶ Αβεννὴρ οὐκ ἦν μετὰ Δαυεὶδ εἰς Χεβρών, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
καὶ
Ἰωὰβ καὶ πᾶσα ἡ στρατεία αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ἰωὰβ λέγοντες Ἥκει Ἀβεννὴρ υἱὸς Νὴρ πρὸς Δαυείδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Ἀβεννὴρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
ἢ οὐκ οἶδας τὴν κακίαν Ἀβεννὴρ υἱοῦ Νήρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα ὅσα σὺ ποιεῖς;
καὶ ἀνέστρεψεν Ἰωὰβ ἀπὸ τοῦ Δαυεὶδ καὶ ἀπέστειλεν ς ὀπίσω Ἀβεννήρ, καὶ ἐπιστρέφουσιν αὐτὸν ἀπὸ τοῦ φρέατος τοῦ Σεειράμ· καὶ Δαυεὶδ οὐκ ᾔδει.
καὶ ἐπέστρεψεν τὸν Ἀβεννὴρ εἰς Χεβρών, καὶ ἐξέκλινεν αὐτὸν Ἰωὰβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτόν, ἐνεδρεύων· καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ εἰς τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἴματι Ἀσαὴλ τοῦ ἀδελφοῦ Ἰωάβ.
καὶ ἤκουσεν Δαυεὶδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.
καταντησάτωσαν ἐπὶ κεφαλὴν Ἰωὰβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ἰωὰβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομφαίᾳ καὶ ἐλάσσου μένος ἄρτοις.
Ἰωὰβ δὲ καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Ἀβεννὴρ ἀνθ’ ὧν ἐθανάτωσεν τὸν Ἀσαὴλ τὸν ἀδελφὸν αὐτῶν ἐν Γαβαὼν ἐν τῷ πολέμῳ.
Καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐνώπιον Ἀβεννήρ· καὶ ὁ βασιλεὺς Δαυεὶδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
καὶ θάπτουσιν τὸν Ἀβεννὴρ εἰς Χεβρών· καὶ ἦρεν ὁ βασιλεὺς τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάφου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁλαὸς ἐπὶ Αβεννήρ.
καὶ ἐθρήνησεν ὁ βασιλεὺς ἐπὶ Ἀβεννὴρ καὶ εἶπεν Εἰ κατὰ τὸν θάνατον Ναβὰλἀποθανεῖται Ἀβεννήρ;
αὶ χεῖρές σου οὐκ ἐδέθησαν,
οἱ πόδες σου οὐκ ἐν πέδαις.
οὐ προσήγαγεν ὡς Ναβάλ,
ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας.
καὶ συνήχθη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν.
καὶ ἦλθεν πᾶς ὁ λαὸς
περιδειπνῆσαι τὸν Δαυεὶδ ἄρτοις ἔτι οὔσης ἡμέρας· καὶ ὤμοσεν Δαυεὶδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ἐάν μὴ δύῃ ὁ ηλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος.
καὶ ἔγων πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα ὅσα ἐποίησεν ὁ ἐνώπιον τοῦ λαοῦ.
καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς ἡμέρᾳ ἐκείνη ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Ἀβεννὴρ υἱὸν Νήρ.
Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ἰσραήλ;
καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενής καὶ ὑπὸ βασιλέως; οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουίας σκληρότεροί μού εἰσιν· IV