Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Samuel

    Chapter 22

    Old Testament

    Καὶ ἐλάλησεν Δαυεὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ.

    καὶ εἶπεν

    Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου, καὶ ἐξαιρούμενός με ἐμοί·

    ὁ θεός μου φύλαξ ἔσται μου, πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου· ἐξ ἀδίκου σώσεις με.

    αἰνετὸν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

    ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με·

    ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.

    ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι Κύριον, καὶ πρὸς τὸν θεόν μου βοήσομαι, καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.

    καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν, καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.

    ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται· ἄνθρακες ἐξεκαύθησαν ἀπ’ αὐτοῦ.

    καὶ ἐκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ,

    καὶ ἐπεκάθισεν ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου·

    καὶ ἔθετο σκότος ἀποκρυφῆς αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.

    ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.

    ἐβτόντησεν ἐξ οὐρανοῦ Κύριος,

    καὶ ό ὕψιστο ἔδωκεν φωνὴν αὐτοῦ.

    καὶ ὁ ὓψιστος ἒδωκεν φωνὴν αὐτοῦ· ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς·

    καὶ ὢφθησαν ἀφέσεις θαλάσσης καὶ ἀπεκαλύφθη θμέλια τῆς οἰκουμένης, ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνύματος θυμοῦ αὐτοῦ.

    ἀπέστειλεν ἐξ ὓψους καὶ ἒλαβέν με, εἳλκυςέν με ἐξ ὑδάτων πολλῶν·

    ἐρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων μεν, ὃτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

    προέφθαςάν με ἡμέραι θλίψεώς μου, καὶ ἐγένετο Κύραι ἐπιστήριγμά μου·

    καὶ ἐξήγαγέν με εἰς πλατυσμόν, καὶ ἐξείλατό με, ὃτι εὐδόκησεν ἐν ἐμοί.

    καὶ ἀνταπέδωκέν μοι Κύιος κατὰ τὴν δικαιοςύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειῶν μου ἀνταπέδωκέν μοι.

    ὃτι ἐφύλαφα ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου·

    ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ᾿ αὐτῶν.

    καὶ ἒσομαι ἂμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου·

    καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοςύνην μου καὶ κατὰ τὴν καθριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

    μετὰ ὁσίου ὁσιωξήσῃ, καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ·

    καὶ μετὰ ἐλεκτοῦ ἐκλεκτὸς ἒσῃ, καὶ μετὰ στρεωλοῦ στρεβλωθήσῃ.

    καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις, καὶ ὀφθαλμοῦς ἐπὶ μετεώρων ταπεινώσεις.

    ὃτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.

    ὃτι ἐν σοὶ δραμοῦμαι μονόζωνος,

    καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι πεῖχος.

    ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα Κυρίου κραταιόν, πεπυρωμένον· ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ’ αὐτῷ.

    τίς ἰσχυρὸς πλὴν κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν;

    ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·

    τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·

    διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.

    καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με.

    εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.

    διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτούς, καὶ οὐκ ἀναστρέψω ἕως συντελέσω αὐτούς·

    καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται, καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

    καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον· κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου.

    καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.

    βοήσονται καὶ οὐκ ἔστιν βοηθός· πρὸς Κύριον, καὶ οὐκ ὑπήκουσεν αὐτῶν.

    καὶ ἐλέανα αὐτοὺς ὡς χνοῦν γῆς· ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.

    καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, Φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσάν μοι·

    υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·

    υἱοὺ ἀλλότριοι ἀπορριφήσονται καὶ σθαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτπῶν.

    ζῇ Κύριος καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου.

    ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λάοὺς ὑποκάτω μου,

    καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου· καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με.

    διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ·

    μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.