Chapter 23
Hellenistic Old Testament GreekΚαὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.
πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου.
λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ;
καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ Κύριος παρῆλθεν ἐκ φέγγους· καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.
οὐ γὰρ οὗτος ὁ οἶκός μου μετὰ Ἰσχυροῦ; διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην,
ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα· ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος.
ὥσπερ ἄκανθα ἐξωσμένη πάντες οὖτοι, ὅτι οὐ χειρὶ λημφθήσονται·
καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς· καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει, καὶ θήσονται αἰσχύνην αὐτων.
Ταπῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυείδ· Ἰεβόσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν· Ἀδεινὼν ὁ Ἀσωναῖος, οὖτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοςίους στρατιώτας εἰς ἅπαξ.
καὶ μετ’αὐτὸν Ἐλεανὰν υἱὸς πατραδέλφου αὐτοῦ, υἱὸς Σουσεὶ τοῦ ἐν τοῖς τριςὶν δυνατοῖς μετὰ Δαυείδ· καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνεβόησεν ἀνὴρ Ἰσραήλ.
αὐτὸς ἀνέστη καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν.
καὶ μετ’ αὐτὸν Σαμαιὰ μἱὸς Ἀσὰ ὁ Ἁρουχαῖος· καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προςώπου ἀλλοθύλων.
καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος, καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.
Καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ κατέβησαν εἰς Καδὼν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλάμ· καὶ τάγμα τῶν ἀλλοφύλων, καὶ παρενέβαλον ἐν τῇ κοιλάδι Ῥαφαείμ.
καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ.
καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ.
καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ τοῦ ἐν τῇ πύλῃ, καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς
Δαυείδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ
καὶ εἶπεν Ἵλεώς μοι, Κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.
καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, υἱὸς Σαρουίας, αὐτὸς ἄρχων ἐν τοῖς τριςίν, καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοςίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·
ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντας, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθε.
καὶ Βαναίας υἱὸς Ἰωδᾶε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεήλ, καὶ αὐτὸς ἐπάπαξεν τοὺς δύο υἱοὺς Ἀριὴλ τοῦ Μωάβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος.
αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν· ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας· καὶ κατέβη πρὸς αὐτὸν ἐν τῷ δόρατι καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.
ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωδᾶε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·
ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν, καὶ ἔταξεν αὐτὸν Δαυεὶδ εἰς τὰς ἀκοὰς αὐτοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυεὶδ βασιλέως.
Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, οὗτος ἐν τοῖς τριάκοντα· Ἐλεανὰν υἱὸς Δουδεὶ πατραδέλφου αὐτοῦ ἐν Βαιθλέεμ·
Σαιμὰ ὁ Ῥουδαῖος·
Σελλὴς ὁ Κελωθεί· Εἴρας υἱὸς Εἰσκὰ ὁ Θεκωείτης·
Ἀβειέζερ ὁ Ἀνωθείτης, ἐκ τῶν υἱῶν τοῦ Ἀνωθείτου·
Ἐλλὼν ὁ Ἀωείτης· Νοερὲ ὁ Ἐντωφατείης.
Ἐσθαεὶ υἱὸς Ῥειβὰ ἐκ Γαβαὲθ υἱὸς Βενιαμεὶν τοῦ Ἐφραθαίου·
Ἀσβὼθ ὁ Βαρδιαμείτης·
Ἐμασοὺ ὁ Σαλαβωνείτης· υἱοὶ Ἀσάν, Ἰωναθάν·
Σαμνὰν ὁ Ἁρωδείτης· Ἀμνὰν υἱὸς Ἀραὶ Σαραουρείτης·
Ἀλειφάλεθ υἱὸς τοῦ Ἀσβείτου υἱὸς τοῦ Μαχαχααχεί· Ἐλιὰβ υἱὸς Ἀχειτόφελ τοῦ Γελωνείτου·
18 Αβισαι Α 19 εις] επ Α | ηθελε Β* (ηλθεν B ab mg) 20 Ιωιαδαε Α (item 22) | Καβεσεηλ] Καταβεσθηλ B a mg | om τους δυο υιους... και επαταξε Α 21 ορατην Α | om ως ξυλον... το δορυ Α | τω δορατι] δ pro τ 1° Β* vid (τ Β 1) 23 εις] προς B b A 24 Δουδει] Λουδει Α | εν 2°] εκ Α 25 Σαιμα] Σαμμαι Α | Ρουδαιος] Αρουδαιος· Ενακα 0 Αρωδαιος· Α 26 Σελλης] Ελλης Α | Κελωθει] Φελλωνει Α | Ιρας Α Εισκα] Εκκας Α 27 Αβιεζερ B b A | Ανωθειτης] Αναθωθειτης Α | Ανωθειτου] Ασωθειτου Α 28 Ελλων] Σελλωμ Α |Αωειτης] Ελωειτης Α | Νοερε] Μαεραει Α | Εντωφατειτης] Νεπωφαθειτης Α 29 Εσθαει... Βενιαμειν] Αλαφ υιος Βαανααι Α 30 om B (hab Αθθαι εκ Νααλεας Α) 31 Ασβω|θ Β* Ασμωθ| Β b Αειελβων 0 Αρωβωθειας· Μωθ Α | Βαρδι8αμειτης] Βαρωμειτης Α 32 Εμασου] Ελιαβ Α 33 Σαμναν B*b Σαμνας B a vid A | Ασβειτου] Αιτουε Α | Σαραουρειτης] Αραρειτης Α 34 Ελιφαλετ Α | Ασβειτου] Αιτουε Α | Μαχαχααχει] Μαχαται Α | Ελιαβ] Ουελιαφ Α | Αχιτ. Α |Γειλωνιτου Α
Ἁσαραὶ ὁ Καρμήλιος τοῦ Οὐραιοερχεί·
Γαὰλ οἱὸς Ναθὰν ἀπὸ δυνάμεως, υἱὸς Γαλααδδεί·
Ἐλειὲ ὁ Ἀμμανείτης· Γελωρέ ὁ Βηθωραῖος αἴρων τὰ σκεύη Ἰωάβ, υἱὸς Σαρουίας·
Εἴρας ὁ Αἰθειραῖος· Γηρὰβ ὁ Ἐθθεναῖος·
Οὐρείας ὁ Χετταῖος· πάντες τριάκοντα καὶ ἑπτά.
Ἁδαοὶ ἀπὸ χειμάρρων,
Γαδαβιὴλ υἱὸς τοῦ Ἀραβωθαίου.