Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Samuel

    Chapter 24

    Old Testament

    Καὶ κπροςέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰουδά.

    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ’ αὐτοῦ Δίελθε δὴ πάσας φυλὰς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρςάβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.

    καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα Καὶ προσθείη Κύριος ὁ θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλαςίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ;

    καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως· καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν Ἰσραήλ.

    καὶ διέβησαν τὸν Ἰορδάνην, καὶ παρενέβαλον ἐν Ἀροὴλ ἐκ δεξιῶν τῆς πὸλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ.

    καὶ ἦλθον εἰς τὴν Γαλαὰδ καὶ εἰς τὴν Φαβαςὼν ἥ ἐστιν Ναδασαί, καὶ παρεγένοντο εἰς Δὰν Εἰδὰν καὶ Οὐδάν, καὶ ἐκύκλωσαν εἰς Σιδῶνα·

    καὶ ἦλθαν εἰς. Μάψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Εὑαίου καὶ τοῦ Χαναναίου· καὶ ἦλθαν κατὰ νότον Ἰούδα εἰς Βηρςάβεε,

    καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ· καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἰερουσαλήμ·

    καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα· καὶ ἐγένετο Ἰσραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ ἀνὴρ Ἰούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.

    Καὶ

    ἐπάταξεν καρδία Δαυεὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον Ἥμαρτον σφόδρα ὅ ἐποίησα· νῦν, Κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράθην σφόδρα.

    καὶ ἀνέστη Δαυεὶδ τὸ πρωί· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα Δαυεὶδ λέγων

    Πορεύθητι καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Τάδε λέγει Κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.

    καὶ εἰσῆλθεν Γὰδ πρὸς Δαυείδ, καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστέλαντί με ῥῆμα.

    καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω.

    καὶ ἐξελέξατο εαυτῷ Δαυεὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκεν Κύριος ἐν Ἰσραὴλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου· καὶ ἤρξατο Ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν,

    καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἰερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ πρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἲπεν τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῷ ἄλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.

    καὶ εἶπεν Δαυεὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα, καὶ οὖτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.

    Καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου.

    καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ καθ’ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.

    καὶ διέκυψεν Ὀρνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας

    αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνὰ καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσπον αὐτοῦ ἐπὶ τὴν γῆν.

    καὶ εἶπεν Ὀρνά Τί ὃτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυείδ Κτήσασθαι παρὰ σοῦ τὸν ἃλωνα, τοῦ οἰκοδομῆσαι θυσιατήριον τῷ κυρίῳ. καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.

    καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυείδ Λαβέτω καὶ ἐνενεγκέτω ὀ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλιμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.

    τὰ πάντα ἒδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα Κύριος ὁ θεύς σου εὐλογήσια σε.

    καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνά Οὐχί, ὃτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ μου θεῷ μου ὁλκαύτωμα δωρεάν. καὶ ἐκτήσατο δαυεὶδ τὸν αλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.

    καὶ ᾠκοδόμησεν ἐκεὶ Δαυεὶδ θυσιαστήριον Κυίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προςέθηκεν Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ᾿ ἐσχάτῳ, ὃτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν Κύιος τῇ γῇ, καὶ αυνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.