Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 14

    Old Testament

    Καὶ ἐλεήσει Κύριος τὸν Ἰακώβ, καὶ ἐκλέξεται ἔτι τὸν ἰσραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτούς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ,

    καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

    Καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας οὐτοῖς.

    καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

    συνέτριψεν Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων·

    πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

    πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης,

    καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς.

    ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες

    αναπαυσωνται A 21 εμπλησθησονται] πλησθ. A | αι οικιαι] om αι A | ηχου] α΄ φωνω Qmg | σιρηνες Q* Γ α΄σ΄ στρουθοκαμηλοι Qmg | δαιμονια] α΄ τριχιωται θ΄ ορθοτριχουντες Qmg | ορχησονται] ορχηθησονται A 22 νοσ- σοποιυσωσιν Γvid | εχινοι] π΄ σιρηνες Qmg χρονιει] + (θ΄) ӄ ημεραι αυ- της ου μη εφελκυσθωσιν Qmg XIV 1 γιωρας (γειωρ. Bab U+05D0AQΓ)] adnot ο την γην φυλασσων Bc? οι λ΄ προσηλυτος Qmg | προσπροστεθησεται (1°) Q* | προς 2⁰] επι A 2 ληψονται BᵇQΓ | πληθυνθησονται] + οικος Ιηλ U+05D0 | γης] + του θῦ ουτων U+05D0 + του θῡ AQΓ κυριευθησοται Q* (-σονται Qᵃ) 3 τη ημ. εκ.] pr εν U+05D0* (improb U+05D0c.b (vid) postea restit) AQ | Κυριος] οι θς U+05D0* (improb ι U+05D01 postea ras) ο θς AQ* Γ ο κς et πιπι Qmg απο] εκ U+05D0c.aAQ om Γ | οδυνης] + σου U+05D0c.a (postea ras) om και 2⁰ Q | της δουλειας (-λιας U+05D0AQ*)] pr και U+05D0AQ pr εκ Γ | om σου 2⁰ AQΓ 4 ληψη QΓ τον βασιλεα] om τον U+05D0* (hab U+05D0c.b) | ερεις] + εν τη ημερα εκεινη (εκιν. U+05D0) U+05D0AQΓ 5 Κυριος] ο θς U+05D0AQΓ ο κς et πιπι Qmg | 6 παταξας] Ωρ. επαταξεν Qᵐᵍ | παιον Γ 8 Λιβανου 1⁰] δρυμου U+05D0 (Λιβ. U+05D0c.b (vid) ras U+05D0c.c (vid)) | ηυφρανθησαν U+05D0AQ | Λιβανου 2⁰] + ερουσιν Qᵐᵍ 9 επικρανθη] α΄ εκλονηθη σ΄ εσαλευθη Qmg συ|αντ. B* συν|. Bᵇ συναντισας Γ | συνηγερθησαν… γιγαντες] α΄θ΄ εξεγειρεν σοι ραφαειμ Qmg | αρξαντες] αρχοντες U+05D0* (αρξ. U+05D0c.a, c.b)

    ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

    πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.

    κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

    πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη,

    σὺ δὲ εἶπας τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν,

    ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.

    νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

    οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς,

    ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν.

    πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·

    σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν,

    οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

    ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων.

    καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ

    αὐτῶν ὄνομα καὶ κατάλιμμα καὶ σπέρμα· τάδε λέγει Κύριος.

    καὶ Θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτήν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.

    Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ,

    τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίοις ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς κατατάτημα, καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

    αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.

    ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;

    Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς Ἀχὰζ ἐγενήθη τὸ ῥῆμα τοῦτο.

    Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετάμενοι.

    καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀυελεῖ.

    ὀλολύξατε, πύλαι πόλεαων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι.

    καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσεν Σειών, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

    • σαβαωθ U+05D0 (c seqq coniung) 23 Βαβυλωνα U+05D0c.a (vid) | (-νιαν U+05D0c.b) | ου- δεν] ουθεν U+05D0QΓ βαραθρον] βαθρον A απωλιαν U+05D0Q 25 απωλεσαι Γ | επι 1⁰] εκ U+05D0* απο U+05D0c.b AQ* (ε[πι] Oᵐᵍ vid) Γ | επι της γης] α΄ εν γη μου θ΄σ΄ εν τη γη μου Qmg | επι 2⁰] απο U+05D0AQΓ | οριων U+05D0c.a,c.b (vid) | om απ ουτων U+05D0* | αυτων 2⁰] + απ ουτων U+05D0c.a (postea ras) | αφαιρεθησεται 2⁰] incep απ U+05D0* (αφερ. U+05D0¹ αφαιρ. U+05D0c.a) 26 ην] η U+05D0* (ην U+05D0c.a) | οικουβενη U+05D0* (οικουμ. U+05D0post c.a (vid)) | υψηλη] υψωθη U+05D0* (υφηλη U+05D0c.a, c.b) υψυ|λη (sic) Q | εθνη] + της οικουμενης U+05D0AQΓ 27 om αυτου U+05D0AQΓ | αστρεψει U+05D0* (αποστρ. U+05D0c.a) 28 evan in Γ | ου] του U+05D0* (ου U+05D0¹fort) | Αχαζ ο βασιλευς U+05D0AQ (? Γ) | ο βασι- λευς] οι γ΄ ομοιως Qmg) | 29 αλλοφυλοι] υλ rescr U+05D0¹ οφεων U+05D0c.a c.b AQ (οι γ΄ ομοιως Qmg) | εκγονα 1⁰] εγγονα AΓ | εκγονα 2⁰] εγγονα Γ | εξελευ- σονται] εξελευσεται U+05D0* (-σονται U+05D0ᵃ) οφεις] οφις Q* πετομενοι U+05D0AQΓ 30 αυτου] αυτων U+05D0c.a (postea restit -του) | ανθρωποι] ανδρες U+05D0AQ* (ανοι Qmg) Γ | επι] επ U+05D0AQΓ καταλιμμα U+05D0AQΓ 31 ολολυξατε] ολολυξετε U+05D0fort ολολυζετε U+05D0?AQΓ (-ται) | πολεων] πολεως Qmg | κεκραγετωσαν] καικραγ. U+05D0* και κεκραγ. U+05D0c.a | οτι] διοτι U+05D0c.a (δι postea ras) | απο βορρα καπνος] καπνος (και incep U+05D0*) απο β. U+05D0AQΓ απο β.) οι γ΄ ομοιως Qᵐᵍ 32 οτι] διοτι U+05D0c.a (postea restit οτι) | Σειων] Σιων BbU+05D0AQΓ pr την U+05D0