Chapter 15
Hellenistic Old Testament GreekΤὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβείτιδος.
Νυκτὸς ἀπολεῖται ἡ Μωαβεῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβείτιδος.
λυπεῖσθε ἐφʼ ἑαυτούς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν, ἐπὶ Ναβαὺ τῆς Μωαβ. είτιδος. ὀλολύξατε, ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα. πάντες βραχιονες κατατετμημένοι,
ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς, πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.
ὅτι κέκραγεν Ἑσεβὼν καὶ Ἐλεαλή, ἕως Ἰάσσα ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβείτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.
ἡ καρδία τῆς Μωαβείτιδος βοᾷ ἐν αὐτῇ ἕως Σήγωρ· δάμαλις γάρ ἐστιν τριετής, έπὶ δὲ τῆς ἀναβάσεως Λρυεὶθ πρὸς σέ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἁρωνιείμ· βοᾷ σύντριμμα καὶ σεισμός,
τὸ ὕδωρ τῆς Νεμηρεὶμ ἔρημος ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.
μὴ καὶ οὕτως μέλλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν.
συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβείτιδος τῆς Ἀγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.
τὸ δὲ ὕδωρ τὸ Δειμῶν πλησθήσεται αἵματος·
ἐπάξω γὰρ ἐπὶ Δειμὼν Ἀραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριὴλ καὶ τὸ κατάλοιπον Ἀδαμά.