Chapter 23
Hellenistic Old Testament GreekΤὸ ῥῆμα Τύρου.
Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος.
τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοι. κοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διαπερῶντες τὴυ θάλασσαυ
ἐν ὕδατι πολλῷ, στπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν.
αἰσχύνθητι, Σειδών. εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδʼ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους.
ὅταν δέ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.
ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.
οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἀπʼ ἀρχῆς πρὶν ἡ παραδοθῆναι αὐτήν
τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἡ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι. ἄρχοντες τῆς γῆς.
Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔν. δοξον ἐπὶ τῆς γῆς.
ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι
ἔρχεται ἐκ Καρχηδόνος.
ἡ δέ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν. ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.
λαὶ ἐροῦσιν Οὐκέτι μὴ προστεθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σειδῶνος· καὶ ἐὰν ἀπείθῃς εἰς Κιτιεῖς, οὐδέ ἐκεῖ ἀνάπαυσις ἔσται σοι·
καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν.
ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης.
λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. καὶ ἔσται μετὰ τὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Γύρου, καὶ πάλιν ἀποκαταστήσεται εἰς τὸ ἀρχαῖον,
καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον τῆς γῆς.
καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ, οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, καὶ εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.