Chapter 24
Hellenistic Old Testament GreekἸδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας
θητε U+05D0AQ θυγατερα] pr α΄θ΄σ΄?? παρθενον Q | Σειδωνος] Σειων Bᵃ ᵐᵍU+05D0 Σιων BaAQΓ ᵛid οι γ΄ Σιδωνος Qmg απελθης] λθη rescr U+05D0¹ λθεις Γ Κητιειμ A | εκει σοι αναπ. εσται AQ 13 και αυτη] pr η A* (ras A?) Ασσυριων] + ουδε εκει σοι αναπαυσις (-σεις A) εσται οτι U+05D0Α + οτι Γ?? εθεμελιωσε αυτην εις σηειμ εστησαν επαλξεις αυτου εξεγειρα βορεις αυτης (adnot τουτων των ηστεοισμενων Ωρ. ως των ο΄ μεμνηται εν τω κε΄ τομω των εις τον Ησαιαν) Qmg 14 ολο- λυξατε] ολολυζετε U+05D0* (-ξαται U+05D0c.b postea -ζετε) AQ Χαρκηδονος U+05D0* (Καρχ- U+05D0c.ᵃ) απολωλε] απωλετο U+05D0AQΓ υμων] ημων U+05D0¹ 15 ετη εβδο- μηκοντα (1°) U+05D0AQΓ βασιλεως] + οι γ΄ ενος Qmg και 2⁰] sign adpinx U+05D0c mg (postea ras) εβδ. 2⁰] ο΄ U+05D0 | om ετη 2⁰ A* (hab A? mg) Τυρος 2⁰] οι γ΄ Τυρω Qmg 16 κιθαριον U+05D0* -ρισον U+05D0ian ante ᵃ ρησον Γ μνεια] pr η A τα εβδ. ετη] om ετη B* ᵛⁱᵈ (hab Bᵃᵇ ᵐᵍ) om τα U+05D0AQΓ | αποκαταστη- σεται] αποκατασταθησεται U+05D0QQmᵍ Γ κατασταθησεται Q* 17 ταις βασ.] om ταις U+05D0* (hab U+05D0c.b) της οικ.] om της (in in lim) B* ᵛⁱᵈ (hab Bᵃᵇ ⁽ᵛiᵈ)) | om επι προσωπον της γης U+05D0AQ (?? θ΄ επι...γης Qmᵍ) Γ 18 η εμπορια αυτης] αυτης η εμπορια U+05D0AQ αυτης|| η εμπ. αυτ.. Γ Κυριω] pr τω U+05D0* (improb U+05D0c.b(vid) postea repos) AQΓᵛⁱᵈ κατοκ. U+05D0* (κατοικ. U+05D0iam ante c.a) Κυριου 1⁰] + εν Ιλυ U+05D0 | πιν U+05D0* (πιεν U+05D0c. ᵇ) om και 5⁰ U+05D0AQΓ om ενοντι κυ (2°) Aᵛid (hab Aᵃ?) XXIV 1 το προσωπον] τα ορια Q (το προσ. Qmg) | ενοι- κουντας] pr παντας U+05D0* (improb U+05D0c.a, c.b)
ἐν αὐτῇ.
καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος. καὶ, ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανίζων ὡς ὁ δανιζόμενος, καὶ ὁ ὀφίλων ὡς ᾧ ὀφίλει.
φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.
ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.
ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαθήκην αἰώνιον.
διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῆ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.
πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχὴν.
πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.
ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.
ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.
ὀλολύζετε περὶ τοῦ οἴνου, πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη.
καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται.
ταῦτα πάνταἔσονται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός.
οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἄμα τῇ δόξῃ Κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.
διὰ τοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται
Κύριε ὁ θεὸς
Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον,
φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.
καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἀλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.
ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.
ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ, κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι.
Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.
καὶ συνάξουσιν συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλεί σουσιν εἰς ὀχύρωμα, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.
καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐκ Σειὼν καὶ εἰς Ἰερουσαλήμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.