Chapter 31
Hellenistic Old Testament GreekΟὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφʼ ἵπποις πεποιθότες καὶ ἐφ᾿ ἄρμασιν· ἔστι γὰρ πολλά, καὶ ἐφʼ ἵπποις πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν κύριον οὐκ ἐζήτησαν.
καὶ αὐτὸς σοφὸς ἦγεν ἐπʼ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστήσεται ἐπʼ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν,
Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπʼ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῖντες, καὶ ἄμα πάντες ἀπολοῦνται.
ὅτι οὕτως εἶπέν μοι Κύριος Ον τρόπον
βοήσῃ ὁ λέων ἡ ὁ σκύμνος ἐπὶ τῇ θήρα ἦ ἔλαβεν. καὶ κεκράξῃ ἐπʼ αὐτή ἕως ἐμπλησθῇ τὰ ὅρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαωθ ὲπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σειὼν, ἐπὶ τὰ ὅρη αὐτῆς.
ὡς ὄρνεα πετόμενα, οὕπως ὑπερασπιεῖ Κύριος σαβαώθ, ὑπέρ Ἰερουσαλὴμ ὑπερασπιεῖ καὶ ἐξελεῖται, καὶ περιποιήσεται καὶ σώσει.
ἐπιστράφητε, οἱ τὴν βαθείαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ.
ὅτι τῇ ἡμέρᾳ ἐκείνη ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χεροποίητα αὐτῶν τὰ ἀργυρᾳ καὶ τὰ χειροποίητα τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν.
καὶ πεσεῖται Ἀσσούρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἤττημα,
πέτρᾳ γὰρ περιλημφθήσονταιι ὡς χὰυακι καὶ ἡττηθήσονται, ὁ δέ φεύγων ἀλώσεται.