Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 37

    Old Testament

    Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν, ἔσχισεν τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.

    καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίον υἱὸν Ἀμὼς τὸν προφήτην·

    καὶ εἶπαν αὐτῷ Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.

    εἰσακούσαι Κύριος ὁ θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν

    λόγους οὓς ἤκουσεν Κύριος ὁ θεός σου· καὶ δεηθήσῃ πρὸς κύριόν σου περὶ τῶν καταλελιμμένων τούτων.

    καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἑζεκίου¶ πρὸς Ἠσαίον,

    καὶ εἶπεν αὐτοῖς Ἠσαίας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.

    ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.

    Καὶ ἀπέστρεψεν Ῥαβσάκης, καὶ κατέλαβεν τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λόβναν, καὶ ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχείς.

    καὶ ἐξῆλθεν Θαράκα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων

    Οὕτως ἐρεῖτε Ἑζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφʼ ᾧ πέποιθας ἐπʼ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ ἐν χειρὶ βασιλέως Ἀσσυρίων. ¹¹σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν, καὶ σὺ ῥυσθήσῃ;

    μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεθ, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ;

    ποῦ εἰσιν βασιλεῖς Ἑμὰθ καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαίμ, Ἁνάγ, Οὐγαυά;

    καὶ ἔλαβεν Ἑζεκίας τὸ revoc) A | κυριον] + τον θεον U+05D0OQΓ καταλελειμμενων BᵃᵇOΓ 5 ηλθον] ηλθοσαν U+05D0Γ | bis scr του βασ. Q* | om Εζεκιου AQ 6 Ησαιας] + υιος Αμως U+05D0* (unc incl?? c.b postea revoc) ους] ων U+05D0* (ους U+05D0c.b) | βασιλεοις U+05D0* (-ως U+05D0c) 7 ενβαλω U+05D0 εμβαλω AOQ | μαχαιρα] pr εν O 8 Ραψακης B* ᵛⁱᵈ U+05D0AOQ* (Ραβσ. B? [sup ras] Qmg) κατελαβε U+05D0 | τον βασιλεα Ασσ. πολιορκουντα] πολιορκ. τον βασ. U+05D0AQ (+ α΄θ΄?? Ασσυριων Qmg) Λοβναν] Λομναν U+05D0 Λοβνα A Λομνα OQ οι γ΄ Λαβανα Qmg ηκουσεν] + βασιλευς Ασσυριων U+05D0AOQ | om απηρεν απο Λαχεις U+05D0AOQ α΄σ΄ θ΄?? απηρ. α. Λ. Qᵐᵍ 9 om και 1⁰ U+05D0AOQ Θαρακα] Θαραθα U+05D0AQ* (-κα Qmg) | Αιθιοπων] Εθειοπ. U+05D0txt [Εθιοπ. U+05D0 comm] (Αιθ. U+05D0c.a, c.b) Αθοπ. A* (Αιθιοπ. A¹) | κ. απεστειλεν] κ. απεστρεψὲ A pr?? Q 10 Ιουδεας U+05D0 | εφ] εν O | πεποιθας] πεποιθως ης U+05D0* πεποιθως ει U+05D0c.b) OQ (pr?? συ Qmg) συ πεποιθως ει A | πραδοθη U+05D0* (παραδ. U+05D01⁽ᵛⁱᵈ)) εν χειρι] εις χειρας (χιρ. U+05D0* χειρ. U+05D0c.b) AQ | om Ασσυριων U+05D0* (hab Ασυριων [sic] U+05D0c.b) 11 συ 1⁰] η U+05D0AOQ α΄σ΄θ΄?? ιδου συ Qᵐᵍ | α] pr α΄ συν Qmg | om συ ρυσθηση U+05D0 om και συ ρυσθ. AQ α΄σ΄θ΄ κ συ ρυσθ. Qᵐᵍ 12 ερυσαντο U+05D0c.a (postea ερρ.) Q* | αυτους] αυτα B?ᵛⁱᵈ οι πατερες μου απωλεσαν U+05D0AQ | Χαραν U+05D0* (Χαρρ. U+05D0c.b) | Ραφεθ] Ραφες U+05D0Q* (-φεθ Qmg) Ραφεις A | Θεεμαθ] Θεεμα U+05D0* (sup ras ε 2⁰ fort ο) Θεμαν U+05D0c.b Θαιμαδ A Θαι- [μα]θ Ovid Θαιμαν Q 13 βασιλεις] pr οι U+05D0AOQ | Εμαθ] Αμαρ U+05D0AQ* (Αιμαρ Qa -μαθ Qmg).. μαθ Oᵛⁱᵈ om που 2° U+05D0AOQ | Αρφαδ Q | om και 20 Oᵛⁱᵈ | om που 3⁰ U+05D0AOfortQ Επφαρουαιμ Εμφαριν U+05D0 Σεπφαρειμ A Σεπφ[α]- ρουεμ O Σεπφαρειν Q* (-ρουαιμ Qmg) | Αναγ] Αναβ U+05D0c Ανα A Ανας Q* Αναε Qmg | Ουγαυα] δγγουγαυα A Ουτε Qvid (Ουγαυα Qmg)

    βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτό, καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. 15καὶ προσεύξατο Ἑζεκίας πρὸς Κύριον λέγων

    Κύριος σαβαὼθ ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.

    κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον, Κύριε· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα.

    ἐπ᾿ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν,

    καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώσαντο αὐτούς.

    νῦν δέ, Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.

    Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

    οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σειών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

    τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;

    ὅτι δι᾿ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν

    ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,

    καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

    οὐ ταῦτα ἤκουσα πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς·

    ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

    νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

    ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

    τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλιμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.

    καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.

    ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ καταλελιμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σειών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

    διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα·

    ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. τάδε λέγει Κύριος

    Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν παῖδά μου.

    Καὶ ἐξῆλθεν ἄγγελος

    εσχατα] om τα Oᵛⁱᵈ | κεδου U+05D0* (κεδρ. U+05D01 vel a.b) 25— 28, 30— 33 valde mutila in 26 ηκουσας U+05D0c.a, c.b AQ αρχαιων ημερων U+05D0AQvidQ | συνε- ταξα] + γαρ U+05D0* (improb U+05D0c.a, c.b) εξερημωσαι] εξερημωσα (-σαι U+05D0c.b) ερη- μωσαι Q* (εξερ. Qa) οχυροις] εχυροις Qa οικουντας] ενοικουντας U+05D0AOQ | οχυραις] εχυραις Qᵃ 27 χορτος] pr α΄ χλοη χωρας θ΄σ΄ χορτος αγρου Qᵐᵍ ξηρος] χλωρος A | αγρωτις U+05D0* (-στις U+05D0c) 29 εθυμωθης] ενεθυμηθης U+05D0OQ ενβαλω U+05D0 | ρειναν B* (ρινα Bᵇ) ριναν U+05D0 | εις 2⁰] επι Q | τη οδω] pr εν O 30 συ U+05D0* (σοι U+05D0c.ᵇ) σημειον] + παρα κῡ U+05D0* (improb U+05D0? postea restit) | φαγη Q | εσπρακας U+05D0* (εσπαρκ. U+05D0¹ vel a.b) | τω δε (1⁰)] και τω A καταλειμμα Bᵃᵇ AO | αμησητε A 31 καταλελειμμ. BᵃᵇU+05D0AOQᵃ Ιουδεα U+05D0 32 εσον- ται] εξελευσονται A | καταλελειμμ. Bᵃᵇ A (? O) Qᵃ εξ 2⁰] επ A | ορου U+05D0* (ορους U+05D01 vel a.b) | Σιων U+05D0AOQ 33 βασιλεασσυριων A | ουδε 2⁰] ουδ ου O | επιβαλη] βαλη AQ | θυρειον O | ουδε 3⁰] ουδ ου A | κυκλωσει A | χαρακαλλα B pr ι U+05D0* (improb U+05D0iam 1) 34 om και εις την πολιν τ. ου μη εισελθη U+05D0AOQ (θ΄?? κ εις...εισελθη Qmg) εισ|ελθη B* ει|σελθ. B? 35 εμεν U+05D0*

    Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά.

    καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή.

    καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.