Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 43

    Old Testament

    Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.

    καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι. καὶ ποταμοὶ οὐ συνκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

    ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπέρ σοῦ.

    ἀφʼ οὖ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπέρ σοῦ καὶ ἄρχοντας ὑπέρ τῆς κεφαλῆς σου.

    μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.

    ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς,

    πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν,

    καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.

    πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.

    γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς. λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετʼ ἐμὲ οὐκ ἔσται

    ἐγὼ ὁ θεός, καὶ

    οὐκ ἔστιν παρέξ ἐμοῦ σώζων.

    ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἧν ἐν ἡμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ θεὸς

    ἔτι ἀπʼ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

    Οὕτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.

    ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.

    οὕτως λέγει Κύριος ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,

    ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ κοιμηθήσονται καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον

    Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ¹9ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·

    εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,

    λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι

    οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ·

    οὐκ ἐμοὶ πρόβατά σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἔνκοπον ἐποίησά σε ἐν λιβάνῳ,

    οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυσίασμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου προέστης μου καὶ ἐν ταῖς ἀδικίαις σου.

    ἐγώ εἰμι ἐγώ

    εγω Qmg | om ωνειδισα Γ | ημιν] υμιν U+05D0AQΓ και εγω] καγω μαρτυς λεγει AQ 13 ο εκ] om ο U+05D0* (hab U+05D0c. ᵃ) 14 om ο θεος Γ | παντας φευγοντας (φευοντ. U+05D0* φευγονταις U+05D0c.a) U+05D0A (γ in φευγ. sup ras Aᵃ) QΓ | Χαλδεοι U+05D0 | πλοιοις (πλιοις U+05D0*)] κλοιοις U+05D0c.aA εν ναυσιν Qᵐᵍ 16 ουτως] pr οι γ΄?? οτι Qᵐᵍ | οδον εν θαλασση U+05D0AQΓ 17 εξαγαγων] εξαγων A | αλλα] αλλ BabU+05D0 | κοιμηθησονται] εκοιμηθησαν Bᵃᵇ U+05D0AQΓ | εσβεσμενων U+05D01 18 om μη 1° A | τα αρχαια και τα πρωτα Γ 19 ιδου] pr οι γ΄?? οτι Qmg | εγω ποιω] om εγω U+05D0c.b (postea revoc) AΓ ποιω εγω Q | ανατελει] ανατελω U+05D0* (-τελει U+05D0c.a, c.b) | om αυτα U+05D0c.b (postea revoc) | τη ανυδρω] γη αν. 20 ευ- λογησουσι (-σει B* -σιν Γ)] ευλογησι U+05D0* -σει U+05D0c.bAQ pr και τα θηρια] pr παντα Γ | σειρηνες (σιρ. Q* σειρ. Qᵃ)] θ΄ θεννι Qmg | θυγ. στρουθων] α΄ στρου- θοκαμηλοι Qmg | εν 2°] pr εν γη διψωσση (σ 2° postea ras) U+05D0* (improb rurs restit U+05D0?) | ποτισαι] ποτιω A 21 λαον] pr τον Q 22 ου νυν εκαλεσα σε] α΄θ΄ ӄ ουκ εμε εκαλεσας Qmg | ουδε] ου A 23 ουκ] + οι γ΄?? ηνεγκας Qmg | om σου 1° U+05D0AQΓ | με] + ουδε εδουλευσας μοι (om μοι AΓ) εν ταις θυσιαις σου U+05D0c.a AΓ + ουκ εδουλωσα σε εν θυσιαις; θ΄σ΄ ου κατεδουλωσαμην σε α΄ ομοιως τοις ο΄ Qmg | εγκοπον BᵃᵇU+05D0AQΓ | σε] ε A* (σ superscr A¹) 24 εκτησε Γ | εν θυσιασμα] θυμιαμα U+05D0AQ | το στεαρ] om το U+05D0* (hab U+05D0c.ᵇ) AΓ | επιθυμησα Γ | εν ταις αμ. σου] ita α΄σ΄θ΄ Qmg | om προεστης μου U+05D0AQΓ σ΄α΄ εκοπωσας με θ΄ εγκοπον εποιησας με Qmg | σου 3°] + προεστην σου U+05D0AQa (?Γ) + προεστης μου Q* (?Γ)

    εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μνησθήσομαι.

    σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

    οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ,

    καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακώβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.