Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 44

    Old Testament

    νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

    οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

    ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,

    καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.

    οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται.

    Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

    τίς ὥσπερ ἐγώ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

    μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε· εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ; καὶ οὐκ ἤκουσαν τότε.

    οἱ

    πλάσσοντες καὶ οἱ γλύφοντες, πάντες μάταια, ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται.

    οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες, πάντες ἀνωφελῆ,

    καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

    ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔστησεν αὐτό, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦκαὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ.

    ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιοτητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ.

    ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν ὁ κύριος, καὶ ὑετὸς ἐμήκυνεν,

    ἵνα ἦ ἀνθρωποις εἰς καῦσιν καὶ λαβὼν ἀπʼ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπʼ αὐτῶν τὸ δὲ λοιπὸν εἰργάσαντο θεούς, καὶ προσκυνοῦσιν αὐτοὺς.

    οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπʼ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ·

    τὸ δὲ

    U+05D0c.a vid (postea ras) | ματαιοι U+05D0c.a (-τεοι) AQΓ | ποιουντες] pr οι U+05D0AQΓ | ουτων] εαυτων U+05D0c.b 9—10 αλλα...ανωφελη] θ΄?? ӄ μαρτυρες ουτων εισῑ| ουκ οψονται ӄ ου γνωσονται ινα αισχῡ|θωσῑ| τις πλασσει ισχυρον ӄ γλυπτον χωνευσει εις ανωφελη ιδου πᾱ| τες οι κωνωνουντες αυτω| Qᵐᵍ 9 αλλα] αλλ U+05D0c.b Γ 10 οι πλασσοντες] pr παντες U+05D0* (improb U+05D0c.b postea revoc) AQΓ 10—11 και 1°…απο ανθρ.] pr?? Q? 10 οι πλ. θεον και γλυφ sup ras B¹?ᵃᵇ om παντες U+05D0AQ* (hab Qᵐᵍ) Γ 11 στητωσαν] στησονται A | om και 4° U+05D0AQΓ | εντραπητωσαν…αμα] improb vid U+05D0c.b (postea restit) 12 οτι] pr?? Q | σκεπαρνω] σ sup ras A? | ειργασατο 1°] ηργ. Qvid (ειργ. Qᵃ) αυτο 1°] + οι γ΄?? εν ανθραξι Qmg | και εν τερετρω εστησεν αυτο] α΄ ӄ εν σφυραις επλασεν αυτο σ΄ ӄ εν τερετρω ερυθμωσεν αυτο θ΄…ρυθμιει αυτο Qmᵍ | εστησεν] ετρησεν U+05D0c.bAQΓ | om και 2° U+05D0AΓ | και 4°] incep κασ U+05D0? 13 εν μετρω] + α΄?? ӄ εμορφωσεν αυτο εν παραγραφιδι εποιησεν αυτο εν περιγωνιοις Qmg | ερρυθμισεν Bᵃᵇ | om και 2° U+05D0AQΓ om εν οικω B (hab U+05D0c.ᵇ) 14 εκοψεν] pr ο U+05D0AQΓ + θ΄α΄?? αυτω κεδρους ӄ ελαβεν αγριοβαλανον ӄ δρῡ| ӄ εκαρτερωσεν αυτο Qmg | ο κυριος] κυριος U+05D0AQ (sub??) οι γ΄ ο κυριος +?? πιτῡ| Qᵐᵍ 15 η] ην U+05D0* ανθρωποις] ανος U+05D0* (-νοις U+05D0c.a, c. ᵇ) | ουτων] αυτου A | ειργα- σαντο (ηργ. Q* vid)] ειργασατο A | θεους] pr εις U+05D0AQΓ | αυτους] αυτοις Q* αυτους + θ΄?? εποιησεν αυτο γλυπτον ӄ καμπτει αυτοις Qᵐᵍ 16 ημισου B* (-συ Bᵃᵇ) om αυτου 1° U+05D0* (hab U+05D0c. ᵇ) | κατεκαυσαν U+05D0Q | και 1°…αρτους] και καυσαντες επεψαν αυτους επ ουτων U+05D0* (uncis incl και…αυτων U+05D0c. ᵃ restit U+05D0c. ᵇ) και καυσ. επεψαν (επεπφ. A) αρτους επ αυτων AQ και επεψαν αρτους επ αυτων Γ ӄ επεψε| επι τοις ανθραξῑ| αυτους ӄ επ αυτου Qmg | αρτους] ρ sup ras Bᵃᵇ (αυτ· Bfort) | και επ αυτου]?? ӄ επι του ημισους αυτου Qmg | κριας U+05D0 (κρεας U+05D0c.a, c.ᵇ) | οπτησας] pr Q? | εφαγεν] + οι γ΄?? ωπτησεν οπτον Qmg | ιδον A

    λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτόν, καὶ προσκυνεῖ καὶ προσεύχεται πρὸς αὐτὸ λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ.

    οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

    καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγεν, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.

    γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾶ μου.

    Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου.

    ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε.

    εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.

    Οὕτως λέγει Κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.

    τίς ἕτερος διασκεδάσει σημεῖα ἐνγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων,

    καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰδουμαίας Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

    ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·

    ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω ¶.