Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 51

    Old Testament

    ʼΑκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.

    ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτόν.

    καὶ σέ νῦν παρακαλέσω, Σειών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ τὰ πρὸς δυσμὰς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.

    ’Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν.

    ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς καὶ τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν ἐμέ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν.

    ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δέ κατοικοῦντες ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.

    Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαὸς οὗ ὁ

    νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.

    ὡς γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός, ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν.

    Ἐξεγείρου ἐξεγείρου, Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ

    ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

    καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σειὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

    ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.

    καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ § πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε· καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε;

    ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ

    ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.

    θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστηκα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σειών Λαός μου εἶ σύ.

    Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι, Ἰερουσαλήμ, ἡ πιοῦσα

    8 ως 1⁰] ωσπερ U+05D0c.ᵃ AQ om γαρ Q* (hab Qᵐg) ως 2⁰] ωσπερ A αιωναν U+05D0* (improb ν U+05D0iᵃᵐ c.a) γενεαν U+05D0* (-νας U+05D0c.a c.ᵇ) 9 Ιερουσαλημ pr?? Q? εν Q* ε | Qᵃ 10 η ερημουσα] pr θ΄?? η λατομησασα πλατος διαλυσασα δρακοντα ου συ ει Qmg θαλασσα A? τα βαθη] το βαθος U+05D0* (-θος sup ras U+05D0¹) 11 ελυτρωμενους U+05D0* (λελυτρωμενοις U+05D0c.a c.b) Σιων Bᵇ (in ω ras aliq ut vid) AQ επι κεφαλης γαρ] επι της κεφ. U+05D0 επι γαρ της κεφ. AQ αινεσις] pr αγαλλιασις καιU+05D0Q pr αγαλλιαμα και A καταληψε ται Qᵃ | [απε]δρα οδυνη και λυπη και] obel pr Ba (non inst Bᵇ) και λυπη] pr?? Q? 12 γνωθι] pr?? Q? + συ U+05D0Qᵃ τις ουσα] τινα U+05D0AQ α΄ τις συ σ΄ τις ει οι ο΄ τις ουσα θ΄ ομοιως τοις σ΄ Qqᵐᵍ εφοβηθης (εφαβ. U+05D0 εφοβ. U+05D0c.a c.ᵇ)] pr ευλαβηθεισα U+05D0 (-θισα U+05D0* -θεισα U+05D0c.a c.b) AQ 13 θεον] θυ A* (θν Aᵃ) την γην θεμελιωσαντα Q του προσωπου U+05D0 | θυμου] + μου U+05D0c.a του θλιβ.] αυτου θλιβ. U+05D0* | αραι σε] αρεσαι σε A αρε σαι (?αρε σαι) Γ 14 χρονιει] + θ΄?? κ ου θανατωσεις (sic) διαφθορα κ ου μη υστερηση ο αρτος αυτου Qᵐᵍ 16 σκιαν της χειρος] σκεπην (postea rurs σκιαν) της χ. U+05D0c.a δεξιαν A και ερει Σ. λαος μου ει συ] α΄ κ του ειπειν τη Σιων λ. μ. συ σ΄ κ εις το ειπει τη Σ. λ. μ. ει Qᵐᵍ ερει] ερω τη U+05D0c.ᵃ Σιων Bᵇ (in ω ras aliq ut vid) U+05D0AQΓ 17 om εξεγειρου 2°U+05D0? (postea restit) Q* (hab Qmg)

    ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,

    καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας.

    δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συνλυπηθησεται πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα τίς παρακαλέσει σε:

    οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ θεοῦ.

    διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.

    οὕτως λέγει Κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·

    καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε τῶν ταπεινωσάντων σε, οἱ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω τοῖς παραπορευομένοις.