Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 52

    Old Testament

    ’Ἐξεγείρου ἐξεγείρου, Σειών ἔνδυσαι τὴν ἰσχύν σου, Σειών, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

    ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκλυσοι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σειών. ὅτι τάδε λέγει Κύριος Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.

    Οὕτως λέγει κύριος Κύριος Εἰς Αἰγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν·

    καὶ

    νὺν τί ὦδέ ἐστε; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δἰ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

    διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι

    ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σειών Βασιλεύσει σου ὁ θεός

    ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σειών.

    ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὅτι ἠλέησεν Κύριος αὐτὴν καὶ ἐρύσατο Ἰερουσαλήμ.

    καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.

    ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου·

    ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε, προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ.

    Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

    ὃν τρόπον ἐκστήσονται ἐπὶ σέ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.

    οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπʼ αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα

    ανους Γ 5— 6 βλασφημειται… τουτο γνω[σεται)] pr obelos Bᵃ (non inst Bᵇ) 5 εν τοις εθν. sub?? Q 6 γνωσεται] γνωσεσθε Γ το ονομα μου] τον κν Q* (το ον. μου Qmg) εν] om Γ pr οι γ΄?? δια τουτο Qmg αυτος ο λαλων c seqq coniung U+05D0 7 ως ωρα… σωτηριαν] α΄ τι ωραιωθησα| (σ΄ τι ευτρεπιζ εις θ΄ ως ευτρεπεις) επι τα ορη ποδες ευαγγελιζομενου ακουτιζοντος ειρηνην ευαγγε- λιζομενου αγαθον ακουτιζοντος σωτηρια| Qmg ωρα] ωραιοι Qᵇᵐᵍ 8 om οτι Γvid των φυλασσοντων] α΄ σκοπευτων σου θ΄σ΄ των σκοπων σου Qmg | προς bis scr U+05D0* αν] εαν QΓ ελεησει U+05D0 (-σι U+05D0* -σει U+05D0c.ᵇ) A 9 ευφροσυνη U+05D0 | om Κυριος U+05D0* (hab U+05D0c.a) Γ (nisi αυτην [κς]) ερρυσατο BᵃᵇΑQᵇ (ᵛiᵈ)Γ om Ιερουσαλημ 2°U+05D0* (hab Ιλμ U+05D0c.ᵇ) 10 αποκαλυψει (-λειφ. Γ)] θ΄σ΄ απεκαλυψε| Qmᵍ αυτου τον αγιον AQ ακρα] pr τα εθνη τα U+05D0* (improb τα εθνη U+05D0c.b postea repos) Γ pr τα AQ om ημων AOᵛⁱᵈ (hab Qᵐᵍ) 11 εξελ- θετε bis Qᵃvid αψησθε] απτεσθε U+05D0 (-θαι) A (-θαι) Q απτησθε Γ μεσου] pr του U+05D0 | αφορισθητε] pr και QΓ σκευη] + [του οι|κου Γᵛⁱᵈ 12—L lII 4 mutila in Γ 12 πορευσεσθε] πορευεσθε Qᵃ σ΄ απελευσεσθαι α΄θ΄ ομοιως τοις ο΄ Qᵐg προπορευσεται] πορευσεται AQ (προπορ. Qmg) προτερος] προ προσω- που U+05D0 | επισυναγων] συναγων (επισ. U+05D0c.a, c.b ⁽ᵛⁱᵈ) θεος] pr κς ο U+05D0AQ 13 συ| ησει B*ᵛⁱᵈ (συ| νησει B?) σφοδρα] pr οι γ΄?? κ μετεωρισθησεται Qmg 15 ουτως U+05D0AQ συναξουσιν A

    αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.