Chapter 58
Hellenistic Old Testament GreekἈναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ, ὡς σάλπιγγι ὕψωσον τὴν φωνήν σου, καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ἰακὼβ τὰς ἀνομίας αὐτῶν.
ἐμέ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν,
καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· αἰτοῦσίν με νῦν κρίσιν δικαίαν, καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν
λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε.
εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον, ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν;
οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδʼ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδʼ οὕτως καλέσετε νηστείαν δεκτήν.
οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συυαλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συνγραφὴν ἄδικον διάσπα.
διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ.
τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε·
τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,
καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία,
καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ
λαον U+05D0* (λαος U+05D0c.a, c.b) | δικαιοσυνην] pr?? ο Qmg θυ A | ενκαταλελοι- πως U+05D0 | νυν sub?? Q | 3 λεγοντες sub?? Q ιδες U+05D0 | ουκ εγνως] ου προσ- εσχες A | νηστιων?? (-τειων Qᵃ) 4 om ει U+05D0AQ | εις] pr οι γ΄?? ιδου Qmg | κρισεις periit in B* (hab Bᵃ?ᵇ?ᵐᵍ) κρισις U+05D0AQ* (-σεις U+05D0c.b Qᵃ) | ινα] α Q* (ιν superscr) | κραυη U+05D0* (-γη U+05D0c.a, c.b) 5 νηστιαν U+05D0Q* bis |εξελεξαμην] +λεγει κς παντοκρατωρ Q | και 1⁰] ουδε U+05D0c.a (revoc και U+05D0c.b (vid) |υποστρωση (τ sup ras B? ᵛⁱᵈ)] υποστρωσης U+05D0c.a | ουτως] ως U+05D0 | δεκτην] pr θ΄σ΄?? και ημεραν + οι γ΄?? τω πιπι Qᵐᵍ 6 om ουχι… Κυριος Q* (hab ουχι τοιαυτην νηστειαν εξελ. λεγει κς Qmg) | νηστιαν U+05D0 | εξελελεξαμην U+05D0 | στραγαλιας U+05D0 | τεθραυσμενους] τεθραμμενους U+05D0 | συγγραφην BᵃᵇAQ 7 εισαγαγε U+05D0 | οικιων U+05D0Q* (-κειων Qᵃ) 8 πρωιμον Bᵇ | ιαματα] ιματια U+05D0c.a (postea revoc ιαμ.) 9 εαν αφελης…χβιροτονιαν] θ΄σ΄ εαν αφ. εκ μεσου σου κλοιον εκτεινοντα δακ- τυλον Qmg 10 αρτον] + σου A |τεταπινωμεν U+05D0* (-μενην U+05D0saltem c.c) | εμπλησις U+05D0 | ανατελλι U+05D0* (-τελι U+05D0? -τελει U+05D0c.b) | το φως] om το Q* (hab Qᵇ?ᵐᵍ) | μεσημβρια] + εστε U+05D0* (improb U+05D0? postea rcpos) 11 om μετα σου A
παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχὴ σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται, καὶ ἔσται ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ·
καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν, καὶ τοὺς τρίβους σου ἀνὰ μέσον παύσεις.
ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καὶ καλέσεις τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπʼ ἔργῳ, οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου,
καὶ ἔσῃ πεποιθὼς ἐπὶ Κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακὼβ τοῦ πατρός σου· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.