Chapter 59
Hellenistic Old Testament GreekΜὴ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὗς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;
ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.
ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος.
ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν
ἔργα ἀνομίας.
οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἂς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.
διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπʼ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον. καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν· πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,
ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφʼ ἡμῶν.
πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν·
ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους,
καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.
καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.
καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ
χεαιμα U+05D0* (εκχεαι αιμα U+05D0c.a) | αιμα] + αναιτιον Qmᵍ | αυτων 2⁰] + διαλο- γισμοι Bᵃᵇᵐᵍ U+05D0AQ | απο φονων (ο 2⁰ sup ras 3 circ litt?Q¹ᵛiᵈ)] αφρονων U+05D0* (απο φον. U+05D0c.ᵇ) A αφρονων: σ΄ ανομιας θ΄ αδικιας α΄ ανωηφελους Qmg 8 οιδασιν 1⁰] εγνωσαν AQmᵍ | κρισις] κρισιν θυ U+05D0* (κρισις U+05D0c.a, c.ᵇ) |ειρηνην] + ην U+05D0* (improb U+05D0c.a revoc ut vid U+05D0c.c) 9 improp και ου μη καταλαβη αυτ. δικαιοσυνη U+05D0c.b (postea repos) | υπομειναντων] + αυτων BᵃᵇU+05D0 AᵃQ |περιεπατη- σαν] οι γ΄ περιπατησομε | Qᵐᵍ 10 ψηλαφησουσιν 1⁰] σ΄ διαψηλαηφησομεν θ΄σ΄ (sic) ομοιως τοις ο΄ Qmg | τυφλοι] τυφλος U+05D0c.b (postea rurs φλοι) Q ως ουκ] ουχ ως U+05D0 om ουχ Q* (hab Qmg) | ψηλαφήησουσιν 2⁰] ψηλαφησομεν Qmg | πεσουνται] pr και U+05D0AQ 11 om ως 2⁰ Q* (hab Qᵐg) |αναμε- νουμεν U+05D0c.a (ανεμιναμεν U+05D0* ανεμειν. U+05D0c.b) 12 πολλαι γαρ ημ. αι ανομιαι U+05D0c.a (mox priora revoc) 13 εψευσαμεθα] + α΄ θ΄?? εν πιπι Qmg |οπισθεν] pr απο U+05D0AQ οι ο΄ οπισθεν α΄ απο οπ. σ΄ θ΄ ομοιως τοις σ΄ Qmg |ελαλησαμεν] ελαα inceb U+05D0* | ηκυομεν U+05D0ᵛⁱᵈ (ες. U+05D01) 14 αφεστηκεν] + αφ ημων A κατηναλωθη Bᵃᵇ | αυτων] αυτω Q | αληθια U+05D0* (-θεια U+05D0c.b) | ευθιας U+05D0 | ηδυ- ναντο U+05D0¹ (-νοντο U+05D0ᵛᵈ) AQ | διελθεις U+05D0 (-θειν U+05D0c.a, c.b) 15 αληθια U+05D0 | διανοιαν (-α U+05D0* -αν U+05D0c.a)] + αυτων U+05D0* (improb U+05D0c.a, c.b) Aᵃ | του συνιεναι (-νιναι U+05D0A -νιεναι U+05D0c.a c.ᵇ)] om του A (hab Aᵃ) 16 ιδεν A | ο αντιλημ- ψομενος (-ληψ. B? Q?)] ο α| sup ras Aa
ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδι. κήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ
ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.
καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπʼ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ.
καὶ ἥξει ἕνεκεν Σειὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, εἶπεν Κύριος· τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπεν γὰρ Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.