Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Jeremiah

    Chapter 41

    Old Testament

    Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου· καὶ Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν αὐτὸν ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα, λέγων

    Οὕτως εἶπεν Κύριος Βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν Κύριος Παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί,

    καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ, καὶ συλλήμψει συλλημφθήσει καὶ εἰς χεῖρας αὐτοῦ δοθήσει, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰς Βαβυλῶνα εἰσελεύσει.

    ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα Οὕτως λέγει Κύριος

    Ἐν εἰρήνῃ ἀποθανῇ· καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν Κύριος.

    καὶ ἐλάλησεν Ἰερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἰερουσαλήμ.

    την ημεραν κ την διαθηκην μου την νυκτα του μη ειναι ημερα| κ νυκτα εν καιρω αυτω·| (21) κ γε η διαθηκη μου διασκεδασθησεται μετα Δαδ του δουλου μου του μη ειναι αυτω υιον βασιλευοντα επι τον θρονο| αυτου κ η προς τους Λευιτας τους ιερεις τους λειτουργουντας μοι (22) ως ουκ εξαριθμηθησεται η δυναμις του ουνου ουδε εκμετρηθησεται η αμμος της θαλασσης ουτως πληθυνω το σπερμα Δαδ του δουλου μου κ τους Λευιτας τους λειτουργου| τας μοι (23) κ εγενετο λογος κυ προς Ιερεμιαν λεγω| (24) αρα γε ουκ ιδες τι ο λαος ουτος ελαλησαν λεγοντες αι δυο πατριαι ας εξελεξατο κς εν αυταις κ ιδου απωσατο αυτους κ τον λαον μου παρωξυναν του μη ειναι ετι εθνος ενωπιον μου (25) ταδε λεγει κς ει μη τη| διαθηκην μου ημερας κ νυκτος ακριβασματα ουνου κ γης ουκ εταξα (26) κ γε το σπερμα Ιακωβ κ Δαδ του δουλου μου αποδοκιμω του μη λαβειν εκ του σπερματος αυτου αρχοντα προς το σπερμα Αβρααμ κ Ισαακ κ Ιακωβ οτι επιστρεψω την επιστροφην ουτων κ οικτειρησω αυτους Qmg XLI 1 γεναμενος A προς Ιερεμιαν (Ιερεαν U+05D0* Ιερεμ. Bᵃb) παρα Κυριου] παρα κυ προς Ιερεμιαν U+05D0 | om και πασα η γη αρχης αυτου Q* (hab κ πασαι αι βασιλειαι της γης αρχης αυτου κ πα| τες οι λαοι Qmg |om αυτον U+05D0AQ πολις U+05D0* 2 παραδοσει] παραδοθει A | συλημψεται U+05D0* συλληφ. BᵇQᵃ | om και καυσει αυτην Q* (hab Qmᵍ) 3 om συ U+05D0 | χι- ρους U+05D0* χειρους U+05D0? αυτου 1⁰] ουτων A συλληψει Bᵇ)ᵃ | συλληφθηση U+05D0A συλληφθησει Qa -ση Bᵇ om και εις χ. αυτου δοθησει A | δοθηση BᵇU+05D0Q) οφθαλμοι] pr οι U+05D0AQ αυτου 3⁰] ουτων U+05D0 | οψονται] + και [ + το Q] στομα αυτου μετα του στοματος σου λαλησει AQ | εισελευση Bᵇ U+05D0AQ 4 Κυριος] + ουκ αποθανη εν ρομφαια Q 5 πατερας] πρς A* πρας Aᵃ? βασιλευσντας (sic) U+05D0* σε 1⁰] + ω κυριε AQ* (ουαι pro ω Qmg) αδου] + ω κε κοψονται Bᵃ ᵐᵍ (non inst κοψ ονται Bb) κοψονται] κλαυσονται A | λογον] μεγαλα Qmg om εγω AQ* (hab post ελαλ. sub?? Qmg) 6 Ιηρεμιας U+05D0* (Ιερ. Bᵃᵇ) Ιερεμειας U+05D0 +?? ο προφητης Qᵐᵍ τον βασιλεα] om τον U+05D0AQ | τουτου U+05D0* (τουτους U+05D0c.a(?))

    καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα καὶ ἐπὶ Λαχεὶς καὶ ἐπὶ Ἀζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.

    Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,

    τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἐβραῖον καὶ τὴν Ἐβραίαν, ἐλευθέρους. πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα.

    καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ τὴν παιδίσκην αὐτοῦ, καὶ ἐῶσαν

    αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.

    καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν λέγων

    Οὕτως εἶπεν Κύριος Ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾖ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων

    Ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἐβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον· καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὗς αὐτῶν.

    καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ, καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπʼ αὐτῷ.

    καὶ ἐπεστρέψατε καὶ ἐβεβη- λώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαποστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.

    διὰ τοῦτο οὕτως εἶπεν

    Κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμόν, καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς.

    καὶ δώσω τοὺς ἄνδρας τοὺς παρε- ληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,

    τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν,

    καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.

    καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπʼ αὐτῶν.

    ἰδοὺ ἐγὼ συντάσσω, φησὶν Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπʼ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούνταωυ.