Chapter 42
Hellenistic Old Testament GreekὉ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου ἐν ἡμέραις Ἰωακεὶμ βασιλέως Ἰούδα λέγων
Βάδισον εἰς οἶκον Ἁρχαβεὶν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον.
καὶ ἐξήγαγον τὸν Ἰεχονίαν υἱὸν Ἰερεμὶν υἱοῦ Χαβασεὶν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ
U+05D0* (improb U+05D0?) pr εκαστος A εκαστος] εκαστο| U+05D0Q om A + προς τον αδελφον αυτου και εκαστον U+05D0c.a ᵐᵍ πλησιον] αδελφον AQ αυτου] και εκαστον προς τον πλησιον αυτου AQ | ιδου] pr και U+05D0? (postea improb U+05D0?) υμιν] + φησι κς Qᵐᵍ 18 om τους μη στησαντας την διαθηκην μου U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) A την διαθηκην (2⁰)] τους λόγους της διαθηκης μου Qmg om μου 2⁰ U+05D0* (hab U+05D0?⁽ᵐᵍ)) εποιησαν] + εις δυο Qmg om ον U+05D0 19 Ιουδα] + κ αρχοντων Ιλημ Qᵐᵍ δυναστας] ευνουχους Qmg ιερις U+05D0* τον λαον] pr παντα Qmg της γης τους διελθπντας ανα μεσον τω διχοτομηματων του μοσχου Qmg 20 θνη- σιμαια] incep εθνη U+05D0* βρωσις] βρωματα AQ 21 της Ιουδαιας] Ιουδα A εχθρων] pr των U+05D0 | ουτων 2⁰]?? 5 εις χειρας ζητουντω| την ψυχην αυτου Qmg δυναμεις A τοις αποτρεχουσιν] οι αποτρεχοντες A 22 αυτην 1⁰] αυτους A ληψονται Qa om αυτην 3⁰ Q πολις U+05D0* om και 6⁰ AQ δωσω| δ sup ras A* αυτας] αυτους U+05D0 | ερημους] εις αβατον AQ XLII 1 γενα- μενος A παρα κυ προς Ιερεμιαν A Ιωακειμ (-κιμ Qa)] seq ras in B + υιου Ιωσιου AQ 2 βαδισον] πορευθητι AQmg | οικον 1⁰| οικιαν U+05D0Q* (-κον Qᵃ)?? τον οικον Qmg Αρχαβειν] Αλχαβειν A Ραχαβειν ⁵ (-βιν Qᵃ) και 1°] pr και καλεσον αυτους AQ αξεις] εξεις U+05D0* ᵛⁱᵈ (αξ. U+05D0?) εξαξεις A 3 εξη- γαγον] ηγαγον AQ Ιεχονιαν] Ιεζονιαν Q Ιερεμιν] Ιερεμιου A υιου] υιον Q Χαβασιν AQ
τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Ἁρχαβείν,
καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν υἱοῦ Ἀνανίου υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ θεοῦ, ὅς ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ τοῦ φυλάσσοντος τὴν αὐλήν.
καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια, καὶ εἶπα Πίετε οἶνον.
καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος,
καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφʼ ἧς διατρίβετε ὑμεῖς ἐπʼ αὐτῆς.
καὶ ἠκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν,
καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν·
καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν.
καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσὸρ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν, καὶ εἰσήλθομεν εἰς Ἰερουσαλὴμ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Οὕτως λέγει Κύριος
Πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ Οὐ μὴ λάβητε παιδίαν τοῦ ἀκούειν τοὺς λόγους μου;
ἔστησαν ῥῆμα υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχάβ, ὁ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε.
καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε.
καὶ ἔστησαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέν μου.
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πάντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς.
διὰ τοῦτο οὕτως εἶπεν Κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατήρ αὐτῶν,
οὐ μὴ ἐκλίπῃ ἀνήρ τῶν υἱῶν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.