Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Job

    Chapter 18

    Old Testament

    ῾Υπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει

    ιυτοις απεβην U+05D0 (επεβ. B)] γλωσσα δε αυτοις απεβην U+05D0.c.a και απεβην ιυτοις γελος (sic) A 7 πεπηρωνται U+05D0c.aA | γαρ] δε A | οργης] + σου A | πεπολιορκημαι] pr και A | υπο παντων μεγαλως A 8 θαυμα] + δε U+05D0c.a | τουτω] τουτοις A | δικαιος...επανασταιη] δικαιω γαρ παρανομος επαν- στη A 9 καθαρος δε χειρας] και ο καθαρος χερσιν A 10 ερειδετε] ριναται U+05D0c.a | om δη A | ευρισκω] εστιν U+05D0c.a 11 αι] και A (c praec (oniung) | βρομω BU+05D0c.ᵃ] δρομω A ρομω C (θρομω ut vid) 12 εθηκαν A 3 υπομινη U+05D0 (υπομινω U+05D0¹) | αδης μου ο οικος] οικος (pr ο U+05D0¹) μου αδης U+05D0* | ιδης μου ο οικ. μου U+05D0c.a | στρομνη A 14 επεκαλεσαμην] προσεκαλεσαμην BᵃᵇU+05D0c.a A (sed ε pro π coep A*) C (προσκ.) προσεκαλεσα U+05D0* 15 μου 1⁰] μοι C | ετι εστιν η ελπις] ετι η ελπις εστιν U+05D0 ετι η ελπις A εστιν η ελπις C οψομαι] +ετι A 16 αδην] pr τον A | καταβησετ A ΧVIII 1 evan n C | Βαλδας A | Σαυχιτης] Αυχιτης A

    Μέχρι τίνος οὐ παύσῃ;

    ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.

    διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;

    κέχρηταί σοι ὀργή.

    τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν;

    ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων

    καὶ φῶς ἀσεβῶν σβεσθήσεται,

    καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.

    τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ,

    ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.

    θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ,

    σφάλαι δὲ αὐτοῦ ἡ βουλή.

    ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι.

    ἐν δικτύῳ ἑλιχθείη.

    ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες.¶

    κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.

    κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ,

    καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.

    κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι·

    πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,

    πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον.

    βραωθείησαν αὐτοῦ κλῶνες ποδῶν,

    κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος.

    ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις,

    σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ.

    κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ,

    κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.

    ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται,

    καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ.

    τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς.

    καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω·

    ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.

    οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ,

    οὐδὲ σεσωσμένος ἐν τῇ ὑπʼ οὐρανὸν ὁ οἶκος αὐτοῦ,

    ἀλλ᾿ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.

    ἐπ᾿ αὐτῷ ἐστέναξαν ἔσχατοι,

    πρώτους δὲ ἔσχεν θαῦμα.

    οὗτοί εἰσιν οἱ οἶκοι ἀδίκων,

    οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.