Chapter 19
Hellenistic Old Testament Greek῾ Υπολαβὼν δὲ ᾿ Ιὼβ λέγει
Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου,
καὶ καθαιρεῖτε με λόγοις;
γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως·
καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην,
παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος, a λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει,
τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
ἔα δὲ ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε·
ἐνάλλεσθε δέ μοι ὀνείδει.
γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας,
ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν.
ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω·
πωλοιτο B απολιται U+05D0* (απολοιτο U+05D0C.a) 18 απωσειεν] και απωσιαν A 9 λαω] pr τω A | σεσωσμενον U+05D0* (-νος U+05D0c.a) | εν τοις] εντος A 21 οι ικοι] om οι A | ο τοπος] om ο A | ιδοτων A XIX 2 τινος] ποτε A νκοπον U+05D0A | ποιησετε] εποιησατε U+05D0 | ψυχην] pr την A | καθαιρειτε] καθε- ειται A 3 ο κυριος] om ο U+05D0 | εποιησεν U+05D0Α | με 1⁰] μοι A | om ουτως §* (hab U+05D0c.a) | καταλαλειτε] pr και A | μου] με A | επικεισθε] και επικεσθαι sic) A 4 εγω επ αληθειας A | παρ εμοι δε] και εν εμοι A | αυλιζεται] υλισθησεται U+05D0* (-ζεται U+05D0c.a) 4 a ρηματα α] ρημα ο U+05D0A 6 om ουν A | ο κυριος] om ο BᵃᵇU+05D0 | ταραξας] + με U+05D0c.a (postea ras) A 7 γελω] αλω U+05D0c.a (postea restit γελω) A | oνειδη BᵃfortᵇA
κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ,
ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν,
ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου.
διέσπασέν με κύκλῳ καὶ ᾠχόμην.
ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο,
ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοί,
ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.
ἀπ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν,
ἔγνωσαν ἀλλοτρίους ἤ ἐμἐ·
φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου,
καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
γείτονες οἰκίας θεράπαιναί τε μου,
ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·
στόμα δέ μου ἐδέετο, 17 καὶ ἱκέτευον τὴν γυναῖκά μου,
προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με·
ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.
ἐβδελύξαντό με οἱ ἰδόντες με·
οὕς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου,
τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλου
χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.
διὸ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος.
ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
τίς γὰρ ἂν δώη γραφῆναι τὰ ῥήματά μου.
τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,
ἐν γραφίῳ σιδηρῷ καὶ μολίβῳ;
οἴδα γὰρ ὅτι ἀέναος ἐστιν ὁ ἐκλύειν με μέλλων·
ἐπὶ γῆς ⁶ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.
παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι,
§ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος.
πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ;
καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·
εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος·
θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται,
καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.