Chapter 15
Hellenistic Old Testament GreekXVκαὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν, καὶ εἶπεν Εἰσελεύομαι πρὸς τὴν γυναῖκά μου εἰς τὸ ταμεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.
καὶ εἶπεν ὁ πατὴρ αὐτῆς Λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἴστω δή σοι ἀντὶ αὔης.
καὶ εἶπεν
αὐτοῖς Σαμψών Ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν.
καὶ ἐπορεύθη Σαμὼν καὶ συνέλαβεν τριακοσίας ἀλώπηκας, καὶ ἔλαβεν λαμπάδας, καὶ ἐπέστρεψεν πρὸς κέρκον, καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο καὶ ἔδησεν.
καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν, καὶ ἑ ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων· καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.
καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα; καὶ εἶπαν Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνεί, ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί.
καὶ εἶπεν αὐτοῖς ποιήσητε οὕτως ταύτην, ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν, καὶ ἔσχατον κοπάσω.
καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρόν, πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλτᾷ τῆς πέτρας Ἠτάμ.
Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ, καὶ ἐξερίφησαν ἐν Λεύει.
καὶ εἶπαν ἀνὴρ Ἰούδα Εἰς τί ἀνέβητε ἐφ’ ἡμὰς; καὶ εἶπον οἱ ἀλλόφυλοι Δῆσαι τὸν Σαμψὼν ἀνέβημεν, καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.
καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ἰούδα εἰς τρυμαλιὰν πέτρας Ἠτάμ, καὶ εἶπαν τῷ Οὐκ οἶδας ὅτι κυριεύσουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς.
καὶ εἶπαν αὐτῷ Δῆσαί σε κατέβημεν, τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών Ὀμόσατέ μοι
μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.
καὶ εἶπον αὐτῷ λέγοντες Οὐχί, ὅτι ἁλλ’ ἢ δεσμῷ δήσομεν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν, καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις κοινοῖς, καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.
καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στιππύον ὃ ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.
καὶ εὗρεν σιαγόνα ὄνου ἐκρεριμμένην, καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ κοὶ ἔλαβεν αὐτήν, καὶ ἐπάταξεν ἐν οὐτῇ χιλίους ἄνδρας.
καὶ εἶπεν Σαμψών Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς,
ὅτι ἐν τῆ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.
καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.
καὶ ἐδίψησεν σφόδρα, καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἶπεν Σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, κοὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριαὶ ἀπεριτμήτων.
καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τῇ Σιαγόνι καὶ αὐτοῦ ὕδωρ· καὶ ἔπιεν, καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησεν. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σεαγόνι, ἕως τῆς ἡμέρας ταύτης.
καὶ τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη. Καὶ XVI