Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Judges

    Chapter 16

    Old Testament

    XVIἐπορεύθη Σαμψὼν εἰς Γάζαν, καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην καὶ πρὸς αὐτήν.

    καὶ ἀνηγγέλη τοῖς Γαζαίοις λέγοντες Ἥκει ὧδε. καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ’ αὐτὸν ὅλην τὴν

    νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως, καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες Ἕως διαφαύσῃ ὁ ὄρθρος, καὶ φονεύσωμεν αὐτόν.

    καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου· καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτός, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβάστασεν αὐτὰς σὺν τῷ μοχλῷ καὶ ἔθηκεν ἐπ’ ὤμων αὐτοῦ, καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τοῦ ἐπὶ προσώπου Χεβρών, καὶ ἔθηκεν αὐτὰ ἐκεῖ.

    Καὶ ἐγένετο μετὰ τοῦτο καὶ ἠγάπησεν γυναῖκα ἐν Ἁλσωρήχ, καὶ ὄνομα αὐτῇ Δαλειδά.

    καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν αλλοφύλων καὶ εἶπαν αὐτῇ Ἀπάτησον αὐτόν, καὶ ἴδε ἐν τίνι ἡ ἰσχὺς αὐτοῦ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτῷ καὶ δήσομεν αὐτὸν τοῦ ταπεινῶσαι αὐτόν· καὶ ἡμεῖς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου.

    καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών Απάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη, καὶ ἐν τίνι δεθήσῃ τοῦ ταπεινωθῆναί σε.

    καὶ εἶπεν πρὸς αὐτὴν Σαμψών Ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραῖς μὴ διεφθαρμέναις, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.

    καὶ ἀνήνεγκαν αὐτῇ οἱ ἄρχοντες τῶν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας, καὶ ἔδησεν αὐτὸν ἐν αὐταῖς·

    καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τῷ ταμείῳ, καὶ εἶπεν αὐτῷ Ἀλλόφυλοι ἐπὶ σέ, καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τῷ ἀσφρανθῆναι αὐτὸ πυρός, καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτοῦ.

    καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς μὲ ψευδῆ· νῦν οὖν ἀνάγγειλόν μοι ἐν τίνι δεθήσῃ.

    καὶ εἶπεν πρὸς αὐτήν’ν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοῖς οἷς οὐκ ἐγένετο ἐν αὐτοῖς ἔργον, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.

    καὶ ἔλαβεν Δαλειδὰ καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν καὶ 5°] pr μείνωμεν Α | φονεύσωμεν] ἀποκτείνωμεν Α 3 ἐν ἡμίσει νυκτος] περ τὸ μεσονύκτιον Α | σὺν τοῖς δύσι σταθμοις] καὶ τῶν δύο σταθμῶν Α | ἔθηκεν ἐπ’ ὤμων] ἐπέθηκεν ἔπι τὼ ὤμω Α Ι ανεβη] ἀνήνεγκεν αἴσα Α | του ἔπι προσώπου] ο ἐστιν ἔπι πρόσωπον Α 4 τοῦτο] ταύτα Α | ἐν Αλσωρηχ] η sup ras Β? ἔπι του χειμάρρου Σωρηχ Α | Δαλιδα Α 5 ἄρχοντες] σατράπαι Α | ἀυτὴ] πρὸς ἀυτὴν Α | αὐτοῦ] + ἐστιν Α | ἀυτῶ] πρὸς αὐτὸν Α | του τἀπ’.] ὥστε τἀπ’. Α 6 Δαλιδα Α | ἀνάγγειλον Α | om δὴ Α 7 νευραῖς Α | διεφθαρμεναις] ηρημωμεναις Α 8 ἄρχοντες] σατράπαι Α | διεφθαρμένας] ἠρημωμένας Α 9 ἀυτὴ] αὐτοῦ Α | ἐκάθητο] + αὐτοῦ Α | ἀυτῶ] πρὸς αὐτὸν Α | διεσπασεν] διέρρηξεν Α | νευρὰς Α | ὡς εἰ τις αποσπασοι...στιππυου] ὂν τρόπον διασπᾶται κλῶσμα του ἀποτινάγματος Α 10 Δαλιδα Α | ἐπλάνησας] παρελογίσω Α | om οὑν Α | αναγγειλον] + δὴ Α 11 δεσμευοντες] δεσμῶ Α | δήσουσιν Α | καλωδίοις] pr ἔπτα Α | om καινοῖς Α | ὄις οὐκ ἐγένετο ἐν αὐτοῖς] ἐν ὄις οὐκ ἐγενήθη Α 12 ελαβεν] + ἀυτῶ Α | Δαλιδα Α | om καλωδια Α

    ἐν αὐτοῖς, καὶ τὰ ἔνεδρα ἐξῆλθεν ἐκ τοῦ ταμείου, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ διέσπαοεν αὐτὰ ἀπὸ βραχιόνων αὐτοῦ ὡς σπαρτίον.

    καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών Ιδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδῆ· ἀπάγγειλον δή μοι ἐν τίνι δεθήσῃ. καὶ εἶπεν πρὸς αὐτήν Ἐὰν ὑφάνῃς τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς μου σὺν τῷ διάσματι καὶ ἐνκρούσῃς τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων ἀσθενής.

    καὶ ἐγένετο ἐν τῷ κοιμᾶσθαι αὐτὸν καὶ ἔλαβεν Δαλειδὰ τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ὕφανεν ἐν τῷ δοάσματι καὶ ἔπηξεν τῷ πασσάλῳ εἰς τὸν τοῖχον, καὶ εἶπεν Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών· καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, κοὶ ἐξῆρεν τὸν πάσσαλον τοῦ ὑφάσματος ἐκ τοῦ τοίχου.

    καὶ εἶπεν Δαλειδὰ πρὸς Σαμψών· Πῶς λέγεις Ἠγάπηκά σε, καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ’ ἐμοῦ; τοῦτο τρίτον ἐς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη.

    καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτῆς πάσας τὰς ἡμέρας καὶ χώρησεν αὐτόν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν.

    κοὶ ἀνήγγειλεν οὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου, ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ μητρός μου· ἐν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ μου, καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι.

    καὶ εἶδεν Δαλειδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῶν ἀλλοφύλων λέγουσα

    Ἀνάβητε ἔτι τὸ ἅπαξ τοῦτο, ὅτι ἀπήγγειλέν μοι τὴν πᾶσαν καρδίαν αὐτοῦ· καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτῶν.

    καὶ ἐκοίμισεν Δαλειδὰ τὸν Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ· καὶ ἤρξατο ταπεινῶσαι αὐτόν, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ’ αὐτοῦ.

    καὶ εἶπεν Δαλειδά Ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ.

    καὶ ἐκράτησαν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλ καὶ ἦν ἀλήθων ἐν οἴκῳ τοῦ δεσμωτηρίου.

    κοὶ ἤρξατο κεφαλῆς αὐτοῦ βλαστάνειν, καθὼς ἐξυρήσατο.

    Καὶ οἱ ἄρχοντες τῶν ἀλλοφύλων συνήχθησαν θῦσαι μέγα τῷ Δαγὼν θεῷ αὐτῶν καὶ εὐφρανθῆναι, καὶ εἶπαν ὁ θεὸς ἐν χειρὶ ἡμῶν τὸν Σαμψὼν τὸν ἐχθρὸν ἡμῶν.

    καὶ εἶδαν αὐτὸν ὁ λαός, καὶ ὕμνησαν τὸν θεὸν αὐτῶν ὅτι Παρέδωκεν ὁ θεὸς ἡμῶν τὸν ἐχθρὸν ἡμῶν ἐν χειρὶ ἡμῶν, τὸν ἐρημοῦντα τὴν γῆν ἡμῶν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμῶν.

    καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτῶν, καὶ εἶπαν καλέσατε τὸν Σαμψὼν ἐξ οἴκου φυλακῆς, καὶ παιξάτω ἐνώπιον ἡμῶν. καὶ ἐκάλεσαν τὸν Σαμψὼν ἀπὸ οἴκου δεσμωτηρίου, καὶ ἔπαιζεν ἐνώπιον αὐτῶν· καὶ ἐράπιζον αὐτόν, καὶ τὴν κακίαν Α | οἱ ἄρχοντες] πάσαι αἰ σατραπιαι Α | ανηνεγκαη] ηνδγκαν Α | χερσὶν χειρσὶν B)] pr ταῖς Α 19 om Δαλειδα Α |’τον Σαμψων] αὐτὸν Α | ἔπι τὰ γόνατα] ἄνα μέσον τῶν γονάτων Α | ἄνδρα]’τον κουρέα Α | τὰς ε. σειρας] του, ε. βοστρύχους Α | ταπεινώσαι αὐτὸν] ταπεινοῦσθαι Α 20 ειπεν] + ἀυτῶ Α | Δαλιδα Α | αλλοφυλοι] pr οἱ Α | ἐξυπνίσθη] ἐξηγέρθη Α | ὡς ἅπαξ καὶ ἅπαξ] καὶ ποιήσω καθὼς ἀεὶ Α | εκτιναχθησομαι] ἀποτινάξομαι Α | ο κυριος] κݲςݲ ἀπέστη Α | απανωθεν] ἀπ’ Α 21 ἐκράτησαν ντο αὐτοῦ Α | εξεκοψαν] ἐξώρυξαν Α | κατηνεγκαν] κατήγαγον Α | ἤσαν Α | πέδαις χαλκειαις] παῖδες χαλκαῖς Α | του δεσμωτηρίου] τῆ φυλακῆς Α 22 θρὶξ] pr η Α | βλαστανειν] ἀνάτειλε Α | καθὼς εξυρησατο] ἥνικα ἐξυρήθη Α 23 αρχοντες] σατράπαι Α | θυσαι] θυσιασαι (superscr σια) B? pr του Α | θυσίασμα μεγα] θυσίαν μεγάλην Α | τὼ Δαγων θεω] Δ. τὼ θωݲ Α | ευφρανθηναι] pr του Α | εδωκεν] παρέδωκεν Α | + ἤμων Α | τον Σαμψων] om’τον Α 23 — 24 ἤμων 2°... τραυματιας ἤμων partim in mg et ad calc partim ut vid sup ras B? 24 ειδαν] ἴδεν Α | ὕμνησαν] ἤνεσαν Α |’τον θεον] τοὺς θεοὺς Α | οτι] καὶ εἶπαν Α | τον ἐρημοῦντα] καὶ’τον ἐξερημοῦντα Α | καὶ ὃς] ὅστις Α 25 οτε] pr ευενετο Α | ἄπο οἴκου δεσμωτηριου] ἐξ οἴκου τῆς φυλακῆς Α | om καὶ ἔπαιζεν ἐνώπιον ἀυτῶν Α | ἐράπιζον αυτον] ἐνέπαιζον αυτω Α

    ἔστησαν αὐτὸν ἀνὰ μέσον τῶν κιόνων.

    καὶ εἶπεν Σαμψὼν πρὸς τὸν νεανίαν τὸν κρατοῦντα τὴν χεῖρα αὐτοῦ Ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ’ οἷς ὁ οἶκος στήκει ἐπ’ αὐτούς, καὶ ἐπιστηριχθήσομαι ἐπ’ αὐτούς.

    καὶ ὁ οἶκος πλήρης τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ ἐκεῖ πάντες οἱ ἄρχοντες τῶν ἀλλοφύλων, καὶ ἐπὶ τὸ δῶμα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναῖκες οἱ θεωροῦντες ἐν παιγνίαις Σαμψών.

    καὶ ἔκλαυσεν Σαμψὼν πρὸς Τύριον καὶ εἶπεν Ἀδωναῖε κύριε, μνήσθητι δή μου νῦν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο, θεέ· καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.

    καὶ περιέλαβεν τοὺς δύο κίονας τοῦ οἴκου ἐφ’ οὓς ὁ οἶκος ἱστήκει, καὶ ἐπεστηρίχθη ἐπ’ αὐτούς, καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ καὶ ἕνα τῆ ἀριστερᾷ αὐτοῦ.

    καὶ εἶπεν Σσμψών Ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύι, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῶ· καὶ ἤσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψών ἐν τῶ θανάτω αὐτοῦ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.

    καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν· καὶ ἔθαψαν αὐτὸν αὐτὸν μέσον Σαραὰ καὶ ἀνὰ μέσον Ἐσθαὸλ ἐν τῷ τάφῳ Μανῶε τοῦ πατρὸς αὐτοῦ. καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι ἔτη.