Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Judges

    Chapter 19

    Old Testament

    Καὶ ἐγένετο ἀνὴρ Λευείτης παροικῶν ἐν μηροῖς ὄρους Ἐφράιμ, καὶ ἔλαβεν αὐτῷ γυναῖκα παλλακὴν ἀπὸ Βηθλέεμ Ἰούδα.

    καὶ ἐπορεύθη ἀπ’ αὐτοῦ ἡ παλλακὴ αὐτοῦ, καὶ ἀπῆλθεν παρ’ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτῆς, εἰς Βηθλέεμ Ἰούδα· καὶ ἦν ἐκεῖ ἡμέρας δ΄ μηνῶν.

    καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη ὀπίσω αὐτῆς τοῦ λαλῆσαι ἐπὶ καρδίαν αὐτῆς, τοῦ ἐπιστρέψαι αὐτὴν αὐτῷ· καὶ νεανίας αὐτοῦ μετ’ αὐτοῦ καὶ ζεῦγος ὄνων. καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἶκον πατρὸς αύτῆς· καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος, καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτοῦ.

    καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος, καὶ ἐκάθισεν μετ’ αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ηὐλίσθησαν ἐκεῖ.

    καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωὶ καὶ ἀνέστη τοῦ πορευθῆναι· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν νυμφίον αὐτοῦ Στήρισόν σου τὴν καρδίαν ψωμῷ ἄρτου, καὶ μετὰ τοῦτο πορεύσεσθε.

    καὶ ἐκάθισεν κατεσκήνωσαν] κατοίκησαν Α 29 ἐν ὀνόματι] κάτα τὸ ὄνομα Α | om Δὰν 2° Α | πατρὸς] pr του Α | ἐτέχθη] ἐγενήθη Α | Ουλαμαις τὸ ὂν. πολεως] ἢν Ἄλεις ὂν. τῆ πόλει Α 30 ἔστησαν] ἀνέστησαν Α | Δὰν] pr του Α | τὸ γλυπτὸν] + Μειχα Α | Ιωναθαν Α | Γερσωμ Α | ὑίος 2°] Α | Μαννασση Α | ἡμέρας ἀποικίας τῆς γῆς] τῆς μετοικεσίας του Δᾶ’] Α 31 ἔθηκαν] ἔταξαν Α | ο ἐποίησεν Μειχαιας] Μειχα ο ἐποίησεν Α | ἃς] ὅσας Α | βασιλεὺς οὐκ ἢν Α XIX 1 Λευιτης Α | ελαβεν] + ο ἀνὴρ Α | ω Α | ἄπο] ἐκ Α 2 ἐπορεύθη ἀπ’ αὐτοῦ] ὠργίσθη ἀυτῶ Α | παρ’] ἁ Α | οἶκον πατρὸς]’τον οἶκον του π. Α | ἢν] ἐγένετο Α | δ΄ μηνῶν] τετρα —3 επορευθη...νεα | °) sup ras et in mg inf Β1? 3 ὀπίσω] κατοκαρδιαν | pr τὴν Α | του ἐπίστρεψαι] διάλλαξαι Α | ἀυτῶ] ἑαυτὼ] καὶ ἀυτὴν πάλιν προς | αὐτὸν· Α | νεανίας α 2° superscr) Bab] νεᾶνις τὸ παιδάριον Α | όνων] ὑποζυγίων Α | ἦδε εἰσήνεγκεν αὐτὸν] ἐπορεύθη Α | εἰς οικον] ἕως οἴκου Α | πατρὸς] pr του ἴδεν Α | ηὐφράνθη] πάρην Α | συνάντησιν] ἀπάντησιν Α 4 κατέσχεν] εἰσήγαγεν Α | εἴ τρεῖς ἠμ’.] ἠμ’. τρεῖς Α | ηὐλίσθησαν] ὕπνωσαν Α 5 πορευθ.] ἀπελθεῖν Α | νυμφ.] γαμβρὸν Α | τὴν κ. σου Α | ψωμῷ] ω 2° sup ras Ba κλάσματι Α | πορεύεσθαι Α 6 ελαιεοσαμ Α

    καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον· καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα Ἄγε δὴ αὐλίσθητι, καὶ ἀγαθυνθ·ήσεται ἡ καρδία σου.

    καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορεύεσθαι· καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ, καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκεῖ.

    καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τ‘ῆ πέμπτῃ τοῦ πορευθῆναι, καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος Στήρισον δὴ τὴν καρδίαν σου, καὶ στράτευσον ἕως κλῖναι τὴν ἡμέραν· καὶ ἔφαγον οἱ δύο.

    καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ πορευθῆναι, αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ ὁ νεανίας αὐτοῦ, καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδού δὴ ἡ ἡμέρα εἰς τὴν ἑσπέραν· αὐλίσθητι ὧδε καὶ ἀγαθυνθήἡ καρδία σου, καὶ ὀρθριεῖτε αὔριον εἰς ὁδὸν ὑμῶν καὶ πορεύσῃ εἰς τὸ σκήνωμά σου.

    καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθῆναι, καὶ ἀνέστη καὶ ἀπῆλθεν, καὶ ἦλθεν ἕως ἀπέναντι Ἰεβούς, αὕτη ἐστὶν Ἰεβουσαλήμ· καὶ μετ’ αὐτοῦ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἡ παλλακὴ αὐτοῦ μετ’ αὐτοῦ.

    καὶ ἢλθοσαν ἕως Ἰεβούς· καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα, καὶ εἶπεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτοῦ Δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν τοῦ Ἰεβουσεὶν ταύτην, καὶ αὐλισθῶμεν ἐν αὐτῇ.

    καὶ εἶπεν πρὸς αὐτὸν ὁ κύριος αὐτοῦ οὐκ ἐκκλινοῦμεν εἰς πόλιν ἀλλοτρίαν ἐν ᾗ οὐκ ἔστιν ἀπὸ υἱῶν Ἰσραὴλ ὧδε, καὶ παρελευσόμεθα ἕως Γαβαά.

    καὶ εἶπεν τῷ νεανίᾳ αὐτοῦ Δεῦρο καὶ ἐγγίσωμεν ἑνὶ τῶν τόπων, καὶ αὐλισθησόμεθα ἐν Γαβαὰ ἢ ἐν Ῥαμά.

    καὶ παρῆλθον καὶ ἐπορεύθησαν, καὶ ἔδυ ὁ ἤλως αὐτοῖς ἐχόμενα τῆς Γαβαά, ἥ ἐστιν τῷ Βενιαμείν.

    καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν αὐλισθῆναι eV Γαβαά· καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν

    τῇ πλατεία τῆς πόλεως, καὶ οὐκ ἦν ἀνὴρ συνάγων αὐτούς εἰς οἰκίαν αὐλισθῆναι.

    καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτοῦ ἐξ ἀγροῦ ἐν ἑσπέρᾳ, καὶ ὁ ἀνὴρ ἦν ἐξ ὄρους Ἐφράιμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαά, καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμείν.

    καὶ ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τῇ πλατείᾳ τῆς πόλεως· καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχΣῃ;

    καὶ εἶπεν πρὸς αὐτόν Παραπορευόμεθα ἡμεῖς ἀπὸ Βηθλέεμ Ἰούδα ἕως μηρῶν ὄρους Ἐφράιμ· ἐκεῖθεν ἐγώ εἰμι, καὶ ἐπορεύθην ἕως Βηθλέεμ Ἰούδα, καὶ εἰς τὸν οἶκόν μου ἐγὼ πορεύομαι· καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν.

    καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοῖς ὄνοις ἡμῶν, καὶ ἄρτοι καὶ οἶνός ἐστιν ἐμοὶ καὶ τῇ παιδίσκῃ καὶ τῷ νεανίσκῳ μετὰ τῶν παιδίων σου· οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος.

    καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης Εἰρήνη σοι· πλὴν πᾶν ὑστέρημά σου ἐπ’ ἐμέ, πλὴν ἐν τῇ πλατείᾳ οὐ μὴ αὐλισθήσῃ.

    καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, καὶ τόπον ἐποίησεν τοῖς ὄνοις· καὶ αὐτοὶ ἐνίψαντο τοὺς αὐτῶν, καὶ ἔφαγον καὶ ἔπιον.

    αὐτοὶ δ’ ἀγαθύνοντες καρδίαν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν, καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ᾿Εξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.

    καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τοῦ οἴκου καὶ εἶπεν Μή, ἀδελφοί, μὴ κακοποιήσητε δὴ μετὰ τὸ εἰσελθεῖν τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν ίαν μου· μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην.

    ἴδε ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ αὐτοῦ· ἐξάξω αὐτάς, καὶ ταπεινώσατε αὐτὰς καὶ ὕσαι Α 16 ἤρχετο] εἰσῆλθεν Α | ἐξ εργων] ἄπο τῶν ε. Α | ἐξ ἀγροῦ ἐν ἐσπέρα] ἐκ του ἀγροῦ ἐσπέρας Α | om ἢν Α | Γαβα Α 17 ἦρεν τοὺς οφθ. αυτου] αναβλεψας τοῖς ὀφθαλμοῖς Α | ἴδεν Α |’τον οδοιπ. ανδρα]’τον ἄνδρα’τον οδοιπ. Α 18 παραπορευόμεθα] διαβαίνομεν Α | ἄπο B. L] ἐκ B. τῆς I. Α | ορους] pr ἕως Α | Εφραιμ] pr του Α | ἐκεῖθεν ἐγὼ] ἐγὼ’δε ἐκ. Α | πορευομαι] ἀποτρέχω Α 19 ἐστιν 1°, 2°] ὑπάρχει Α | καὶ 3°] + γε Α | ἄρτος Α | ἐμοὶ] μοι Α | τῆ παιδίσκη καὶ τὼ νεανισκω] τῆ δούλη σου καὶ τὼ παιδαρίῳ Α | μέτα τῶν παιδίων σου] τοῖς δούλοις σου Α 20 ὑστέρημα] pr τὸ Α | οὐ μὴ καταλυσης μὴ καταλύσῃς Α 21 εἰσήνεγκεν] εἰσήγαγεν Α |’τον οἶκον] τὴν οἰκίαν Α | τόπον εποιησεν] παρενέβαλεν Α | ὄνοις] ὑποζυγίοις αὐτοῦ Α | om αὐτοὶ Α | ἐνίψαντο] ἔνιψεν Α 22 αὐτοὶ δ ἀγαθύνοντες] αυτων’δε ἀγαθυνθέντων Α | καρδίαν] τῆ καρδία Α | ανδρες] pr οἱ Α | περιεκύκλωσαν Α | κρουοντεςεπι] καὶ ἔκρουσαν Α | εἶπαν Α | του οἴκου] τῆς οἰκίας Α | ἐξένεγκε] ἐξάγαγε Α | ὃς εἰσῆλθεν]’τον ἐλθόντα Α 23 του οικου] τῆς οἰκίας Α | ειπεν] + πρὸς αὐτοὺς Α | μὴ °] μηδαμῶς Α | κακοποιησητε] πονηρευσησθαι Α | εἰσελθεῖν] εἰσεληλυθέναι Α 24 ἴδε] ἴδου Α | ἐξάξω + δὴ Α

    αὐταῖς TO ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν· καὶ τῷ ἀνδρὶ τούτῳ οὐ ποιήσετε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης.

    καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες τοῦ εἰσακοῦσαι αὐτοῦ. καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἵξω· καὶ ἥνωσαν αὐτήν, καὶ ἐνέπαιζον ἐν οὐτῇ ὅλην τήν νύκτα ἕως πρωί, καὶ ἐξαπέστειλαν αὐτὴν ὡς ἀνέβη τὸ πρωί.

    καὶ ἦλθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον, καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ οἴκου οὗ ἦν αὐτῆς ἐκεῖ ὁ ἀνήρ, ἕως τοῦ διαφῶσαι.

    καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς τὸ πρωὶ κοὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου, καὶ ἐξῆλθεν τοῦ πορευθῆναι τὴν ὁδὸν αὐτοῦ· καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὰς θύρας τοῦ οἴκου, κοὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον.

    καὶ εἶπεν πρὸς αὐτήν Ἀνάστα καὶ ἀπέλθωμεν· καὶ οὐκ ἀπεκρίθη, ὅτι ἦν νεκρά. καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον, καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτοῦ.

    καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτοῦ, καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη, καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίῳ Ἰσραήλ.

    καὶ ἐγένετο πᾶς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης· θέσθε ὑμῖν αὐτοὶ ἐπ’ αὐτὴν βουλὴν καὶ λαλήσατε. Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ ᾿Iσραήλ, XX