Chapter 20
Hellenistic Old Testament GreekXXκαὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε καὶ γῆ τοῦ Γαλαὰδ πρὸς κύριον εἰς Μασσηφά.
καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ ᾿Ισραὴλ ἐν ἐκκλησίᾳ
τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν, ἕλκοντες ῥομφαίαν.
καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμεὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφά· καὶ ἐλθόντες εἶπαν οἱ υἱοὶ ᾿Ισραήλ λαλήσατε ποῦ ἐγένετο ἡ πονηρία αὕτη;
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευείτης, ὁ ἀνὴρ τῆς γυναικὸς τῆς φονευθείσης, καὶ εἶπεν Εἰς Γαβαὰ τῆς Βενιαμεὶν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου τοῦ αὐλισθῆναι·
καὶ ἀνέστησαν ἐπ’ ἐμὲ οἱ ἄνδρες τῆς Γαβαὰ καὶ ἐκύκλωσαν ἐπ’ ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός· ἐμέ ἠθέλησαν φονεῦσαι καὶ τὴν παλλακήν μου καὶ ἀπέθανεν.
καὶ ἐκράτησα τὴν παλλακήν μου κ καὶ ἀπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας υἱῶν ᾿Ισραήλ, ὅτι ζέμα καὶ ἀπόπτωμα ἐν ᾿Ισραήλ.
ἰδοὺ πάντες ὑμεῖς υἱοὶ ᾿Ισραήλ δότε ἑαυτοῖς λόγον καὶ βουλὴν ἐκεῖ.
καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγοντες Οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτοῦ, καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἶκον αὐτοῦ.
καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιηθήσεται τῇ Γαηαά· ἀναβησόμεθα ἐπ’ αὐτήν ἐν κλήρῳ·
πλὴν λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν εἰς πάσας φυλὰς’ ἑκατὸν τοῖς χιλίοις, καὶ χιλίους τοῖς μυρίοις, λαβεῖν τοῦ ποιῆσαι ἐλθεῖν αὐτοὺς εἰς Γασβαὰ Βενιαμείν, ποιῆσαι αὐτῇ κατὰ πᾶν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν ᾿Ισραήλ.
καὶ συνήχθη πᾶς ἀνήρ ᾿Ισραήλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἷς.
Καὶ ἀπέστειλαν αἱ φυλαὶ ᾿Ισραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμεὶν λέγοντες τίς ἡ ἴ’ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμῖν;
καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαά, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ ᾿Ισραήλ. καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν ᾿Ισραήλ.
καὶ α Α 4 Λευιτης Α | φονευθεισης] πεφονευμένης Α | παλγυνη Α | του αυλισθηναι] καταλύσαι Α 5 τῆς Γαβαα] pr οἱ πάρα Α | om ἐπ’ ἐμὲ (2°) Bavid | περιεκύκλωσαν Α | ἐμὲ 2°] pr καὶ Α | Α | ἐταπείνωσαν] + καὶ ενεπεξαν ἀυτὴ Α 6 ἐκράτησα] επελαβομην Α Ι τὴν παλλακὴν] τῆς παλλακῆς Α Ι εξαπεστειλα Α | om ὑιῶν Α | ζέμα καὶ αποπτ.] ἀφροσύνην Α Ι Ισρ· °] pr τὼ Α 7 om ὑμεῖς Α | υιοι] pr οἱ Α | ἑαυτοῖς] αὐτοῖς Α Ι ἔκει] ὧδε Α 8 λεγοντες] λέγων Α | ἀπελευσόμεθα] εισελευσ. Α | σκήνωμα] pr τὸ Α | ἐπιστρέφομεν] εκκλεινουμεν Α | οἶκον] pr’τον Α 9 ποιηθησεται] ποιήσομεν Α 10 πλὴν] καὶ Α Ι εἰς πάσας φυλας] ταῖς πάσαις φυλαῖς Α | του ποίησαι ἐλθεῖν αὐτοὺς εἰς Γ. B.] τὼ λάω τοῖς εισπορευ|ομενοις ἐπιτελέσαι τῆ Γ.| του B. Α | om ποίησαι ἀυτὴ Α | κάτα πὰν τὸ ἀπόπτωμα ο ἐποίησεν] κάτα πάσαν τὴν ἀφροσύνην ἢν ἐποίησαν Α 11 εἰς τὴν πόλιν] ἐκ τῶν πόλεων Α | εἰς 2°] + ἐρχόμενος Α 12 Α | πονηρία] κακία Α 13 υἱοῦ παρανόμων] τους ἀσεβεῖς Α | Γαβαα] + τοὺς υἵους βελιαμ Α | ἐκκαθαριοῦμεν πονηριαν] ἐξαροῦμεν κακίαν Α Ι ἄπο] ἐξ Α Ι ευυιοι B. ακουσαι] ἤκουσαν εἰσακούσαι υἱοὶ B. Α Ι ὑιῶν] pr τῶν Α
συνήχθησαν οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς ᾿Ισραήλ.
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ τῶν πόλεων εἴκοσι τρεῖς χιλιάδες, ἀνὴρ ἕλκων ῥομφαίαν, ἐκτὸς τῶν οἰκούντων τὴν Γαβαά, οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες,
ἐκλεκτοὶ ἐκ παντὸς λαοῦ ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες.
καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπεσκέπησαν ἐκτὸς τοῦ Βενιαμεὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν· πάντες οὗτοι ἄνδρες παρατάξεως.
καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθήλ, καὶ ἠρώτησαν ἐν τῶ θεῶ, καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ Τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῆ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμείν; καὶ εἶπεν Κύριος Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.
καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαά.
καὶ ἐξῆλθον πᾶς ἀνὴρ Ἰσραὴλ εἰς παράταξιν πρὸς Βενιαμεὶν καὶ συνῆψαν αὐτοῖς ἐπὶ Γαβαά·
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν ἀπὸ τῆς Γαβαά, καὶ διέφθειραν ἐν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
καὶ ἐνίσχυσαν ἀνὴρ ᾿Ισραήλ, καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τῷ τόπῳ ὅπου συνῆψαν ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ·
καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισαρὴλ καὶ ἔκλαυσαν ἐνώπιον Κυρίου ἕως ἐσπέρας. καὶ ἠρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν; καὶ εἶπεν Κύριός Ἀνάβητε πρὸς αὐτούς.
Καὶ προσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ β΄.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμεὶν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ β΄, καὶ διέφθειραν
ἀπὸ υἱῶν ᾿Ισραὴλ ἔτι η΄ καὶ ι΄ χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν.
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ καὶ πᾶς ὁ λαὸς καὶ ἦλθον εἰς Βαιθήλ. καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου, καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου·
ὅτι ἐκεῖ κιβωτὸς διαθήκης Κυρίου τοῦ θεοῦ,
καὶ Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱοῦ ᾿Ααρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ ἐπηρώτησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν κυρίῳ λέγοντες Εἰ προσθῶμεν ἔτι ἐξελθεῖν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμεὶν ἀδελφοὺς ἡμῶν, ἢ ἐπίσχωμεν; κοὶ εἶπεν Κύριος Ἀνάβητε, ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν.
καὶ ἔθηκαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔνεδρα τῇ Γαβαὰ κύκλῳ.
Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς υἱοὺς Βενιαμεὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ πρὸς τὴν Γαβαὰ ὡς ἅπαξ καὶ ἅπαξ.
καὶ ἐξῆλθον οἱ υἱοὶ εἰς συνάντησιν τοῦ λαοῦ καὶ ἐξεκενώθησαν τῆς πόλεως, καὶ ἤρξαντο πατάσσειν ἀπὸ τοῦ λαοῦ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία εἰς Γαβαὰ ἐν ἀγρῷ, ὡς τριάκοντα ἄνδρας ἐν ᾿Ισραήλ.
καὶ εἶπαν οἱ υἱοὶ Βενιαμείν Πίπτουσιν ἐνώπιον ἡμῶν ὡς τὸ πρῶτον. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ εἶπον Φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τῆς πόλεως εἰς τὰς ὁδούς. καὶ ἐποίησαν οὕτως.
καὶ πᾶς ἀνὴρ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ, καὶ συνῆψαν ἐν Βάαλ Θαμάρ· καὶ τὸ ἔνεδρον ᾿Ισραὴλ ἐπήρχετο ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ Μαρααγάβε.
καὶ ἦλθον ἐξ ἐναντίας Γαβαὰ ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς ᾿Ισραήλ. καὶ παράταξις
βαρεῖα, καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ’ αὐτοὺς ἡ κακία.
καὶ ἐπάταξεν κύριος τὸν Βενιαμεὶν ἐνώπιον υἱῶν ᾿Ισραήλ, καὶ διέφθειραν οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ τοῦ Βενιαμεὶν ἐν τῆ ἡμέρᾳ ἐκείνη εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι εἶλκον
Καὶ ἔιδον οἱ υἱοὶ Βενιαμεὶν ὅτι ἐπλήγησαν· καὶ ἀνὴρ ᾿Ισραὴλ τόπον τῷ Βενιαμείν, ὅτι ἤλπισαν πρὸς τὸ ὅ ἔθηκεν ἐπί τὴν Γαβαά.
καὶ ἐν τῷ αὐτοὺς ὑποχωρῆσαι αὶ τὸ ἔνεδρον ἐκινήθη. καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαά, καὶ ἐξεχύθη τὸ ἔνεδρον, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας.
καὶ σημεῖον ἦν τοῖς υἱοῖς Ἰσραὴλ μετὰ τοῦ ἐνέδρου τῆς μάχης, ἀνενέγκαι αὐτοὺς σύσσημον καπνοῦ ἀπὸ τῆς πόλεως.
καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαά, καὶ ἔστησαν ἐν τῇ παρατάξει· καὶ Βενιαμεὶν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν ᾿Ισραὴλ ὡς τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν, ὡς ἡ παράταξις ἡ πρώτη.
καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλεῖον ἐπὶ τῆς πόλεως ὡς στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμεὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τῆς πόλεως ἕως οὐρανοῦ.
καὶ ἀνὴρ ᾿Ισραὴλ ἐπέστρεψεν· καὶ ἔσπευσαν ἄνδρες Βενιαμείν, ὅτι εἶδον ὅτι συνήντησεν ἐπ’ αὐτοὺς ἡ πονηρία.
καὶ καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν ᾿Ισραὴλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον· καὶ ἢ παράταξις ἴν ἐπ’ αὐτούς, καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν.
καὶ κόπτον τὸν Βενιαμείν, καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουὰ κατὰ
αὐτοῦ ἕως ἀπέναντι Γαβαὰ πρὸς ἀνατολὰς ἡλίου.
καὶ ἔπεσαν ἀπὸ Βενιαμεὶν δέκα ὀκτὼ χιλιάδες ἀνδρῶν, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμών, καὶ ἐκαλαμήσαντο ἐξ αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ πεντακισχιλίους ἄνδρας· καὶ κατέβησαν ὀπίσω αὐτῶν οἱ υἱοὶ Ἰσραὴλ ἕως Γεδάν, καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας.
καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Bενιομεὶν εἴκοσι πέντε χιλιάδες ἀνδρῶν ἑλκόντων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οἱ πάντες οὗτοι ἄνδρες δυνάμεως.
καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τοῦ ῾Ρεμμὼν ἑξακόσιοι ἄνδρες, καὶ ἐκάθισαν ἐν πέτρᾳ ῾Ρεμμὼν τέσσαρες μῆνας.
καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμείν, καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Mεθλὰ καὶ ἕως κτήνους καὶ ἕως παντὸς τοῦ εὑρισκομένου εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας XXI