Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Micah

    Chapter 6

    Old Testament

    Ἀκούσατε δὴ λόγον. κύριος Κύριος εἶπεν Ἀνάστηθι κρίθητι

    πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου.

    ἀκούσατε, λαοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ δίελεγχθήσεται.

    λαός μου, τί ἐποίησά σοι, ἡ τί ἐλύπησά σε, ἡ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι.

    διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλίας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.

    λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωάβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου.

    ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι θεοῦ μου Γψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις;

    εἰ προσδέξεται Κύριος ἐν χιλιάσιν κριῶν ἤ ἐν μυριάσιν χιμάραον πιόνων; εἰ δὰι πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπέρ ἁμαρτίας ψυχῆς μου;

    εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἡ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλʼ ἡ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου θεοῦ σου;

    Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;

    μὴ πῦρ καὶ οἰκὸς ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικία;

    εζ ὄικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου;

    ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν, ὑψώθητι ἐν τῷ στόματι αὐτῶν.

    καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.

    σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ σὺ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἐὰν διασωθῶσιν εἰς όομφαίαν παραδοθήσονται·

    σὺ σ περεῖς καὶ οὐ μὴ ἀμήσῃς. σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἕλαιον, καὶ οἰνον καὶ οὐ μὴ

    δη Q* (δη τι Qᵃ) αυτω απεκριθη Q 6 αντιληψομαι Q om θεου μου Υψ. ει καταλημψ. Q* (hab Qᵐᵍ) 7 Κυοιος] pr ο A χιλιασι Qᵃ |χμαρων] αρνων A 8 ανηγγελη] απηγγελη Qᵃ εκζητει κς Q ελεος AQ θεου] pr του A 9 ᾳφοβουμενους] pr τους A τις] τι A 10 ἀνόμου] ανομων AQ ανομους] ανομιας AQ* (μους Qᵃ) om και 2⁰ A 11 εἰ| pr και AQ 18 επλησαν] ενεπλησαν Aᵃ (επλ. a¹) ἐλάλουν] ελαλησαν ᵇᵃ ψευδη] οἱ λ αδικα Qᵐᵍ υψωθη A) 10 κσι]| + γε Qa αρκομαι] εβασανισα επι σε δια)Ν αφανιῶ] pr και A εν] επι A 14 εμπλησθης] + και ςξωσω σε εν σοι Q in mg ct Sup raS σκοτσει εν σοι και εκνεύσει] σκ. ἐε σοι και εννευσει Q* ᵛiᵈ καταλήψῃ (sup ras et inprob καί ενν.) Q1? θε σκ. εν σοι και εκν. Qng om συ2⁰ AQ εαν] αν Q 15 σπειρεις Q*ᵛiᵈ | αμησεις Q συ πιεσεις] εκπιεσεις Qᵃ ᵛⁱᵈ ελαιαν] ελαιον Qᵃ

    πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.

    καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρεὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαάβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν, καὶ ὀνείδη λαῶν λήψεσθε.