Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Micah

    Chapter 7

    Old Testament

    Οἵμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἵμοι ψυχή,

    ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς. καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,

    ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτῆς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν

    ὁὡς σής ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἤκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.

    μὴ καταπιστεύετε ἐν φίλοις, καὶ μή ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συνκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ·

    διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τήν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

    Ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι. ὑπομενῶ ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ θεός μου.

    μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι.

    ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξεις με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ·

    καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, ἡ λέγουσα πρὸς μέ Ιοῦ Κύριος ὁ θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν, νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς.

    ἡμέρας ἀλοιφῆς πλίνθου, ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου ἡ ἡμέρα ἐκείνη·

    καὶ αἱ πόλεις σου είξουσιν

    εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους·

    καὶ ἔσται ἡ γἡ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτήν, ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν.

    ΓΓΙοίμαινε λαόν σου ἐν ὸάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθʼ θαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Bασανεῖτιν καὶ τὴν Γαλααδεῖτιν καθὼς αἱἡμέραι τοῦ αἰῶνος.

    καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά·

    ὄψονται ἔθνη καὶ καταισχυνθήσονται καὶ ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσονται,

    λίξουσιν χοῦν ὡς ὄφις σύροντες γῆν, συγχυθήσονται ἐν συνκλεισμῷ αὐτῶν· ἐπὶ τῷ κυρίῳ θεῷ ἡμῶν ἐκστήσονται, καὶ φοβηθήσονται ἀπὸ σοῦ.

    Τός θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ· καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.

    ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀποριφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν.

    δώσει εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεον τῷ Ἀβραάμ, καθότι ὥμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.

    • Συριας A + Συριας ημερα υδατος και θορυβου Q om και απο θαλασσης.. ορους2⁰ Q* (hab Q*) ορους 1⁰] pr του AQmᵍ του ορους] om του Bᵃᵇ +ημερα υδατος και θορυβου A 13 συν τοις κατοικουσιν] μετα των κατοι- κουντων AQ αυτην] ουτων A απο] εκ AQ* (απο Qmg) 14 σου 20] pr ᾳφυλην AQ καθ εαυτους] κατα μονος Qmg δρυμον] δρυμη Qav vid Βασανιτιν A (lit B rescr A¹) Q Γαλαδιτιν AQ καθως αι] κατα τας Qᵐᵍ 15 εξ] εκ γης Qmg οφεσθε] δειξω αυτοις Qmᵍ 16 om και 2⁰ A επιθησουσιν χειρας] επιθ. χειρα A τας χ. επιθησουσιν Q το στπμα] om το AQ τα ωτα] pr και A 17 λειξουσιν Qα οφις ΒAQ συνχυθησονται Q* ταραχθησ. Qᵐg συγκλεισμῷ Bᵃᵇ A συγκλισμ. Q* 18 ανομιας] αδικιας A ασε- βειας] αδικιας Q pr επι Qᵐᵍ ου συνεσχεν] ουκ εκρατησεν Qᵍ οργην α sup ras Bᵃᵇ εστιν] στn ν sup ras B? 19 επιστρεψει] pr αυτος A) | οικτειρησει (οικτιρ. A)] οικτειρησῃ Q* (σει Qᵃ) καταδυσει] pr και A απο- ριφησονται] απορριψει AQᵃ (αποριψ. Q*) 20 ελεος AQ* (ελεον Qa) Αβρααμ καθ sup ras Bᵃᵇ εμπροσθεν] οι ό αρχηθεν Qmg Supscr Μειχαιας γ B* Μιχ. γ BᵇAQ (pr Μιχ. τις ουτος παρ δεραιοις ς΄ Qa)