Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Numbers

    Chapter 23

    Old Testament

    Καὶ εἶπεν Βαλαὰμ τῴ Βαλάκ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

    καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλέκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι, εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει· καὶ ῥῆμα ὅ

    ἐάν μοι δείξη ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ· καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεόν, καὶ ἐπορεύθη εὐθεῖαν.

    καὶ ἐφάνη ὁ θεὸς τῷ Βαλαάμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα, καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

    καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις.

    καὶ ἀπεστράφη αὐτόν· καὶ ὅδε ἐφιστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα ἐπ’ αὐτῷ·

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ,

    βασιλεὺς Μωὰβ ἐξ ὀρέων ἀπ’ ἀνατολῶν, λέγων

    Δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ,

    καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ;

    τί ἀράσωμαι ὃν μὴ καταρᾶται Κύριος;

    ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός;

    ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτόν,

    καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν.

    ἰδοὺ λαὸς μόνος κατοικήσει,

    καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.

    τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ;

    καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ;

    ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων,

    καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

    καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.

    καὶ Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ μου, τοῦτο φυλάξω λαλῆσαι;

    καὶ εἶπεν πρὸς αὐτὸν Βαλάκ Δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψη, πάντας δὲ οὐ μὴ ἴδῃς· καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

    καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν Λελαξευμένου, καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμούς, καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν

    θεόν.

    καὶ συνήντησεν ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλάκ, καὶ τάδε λαλήσεις. καὶ ἀπεστράφη πρὸς αὐτόν·

    ὁ δὲ ἐφιστήκει ἐπὶ τῆς αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. αὐτῷ Βαλὰκ Ti ἐλάλησεν κύριος;

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Ἀνάστηθι Βαλάκ, καὶ ἄκουε.

    ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.

    οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι,

    οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι·

    αὐτὸς εἴπας οὐχὶ ποιήσει;

    λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;

    ἰδοὺ εὐλογεῖν παρείλημμαι·

    εὐλογήσω, καὶ οὐ μὴ ἁποστρέψω.

    οὐκ ἔσται μόχθος ἐν Ἰακώβ,

    οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ·

    κύριος ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ,

    τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.

    θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αὐγύπτου·

    ὡς δόξα μονοκέρωτος αὐτῷ.

    οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ,

    οὐδὲ μαντεία ἐν Ἰσραήλ.

    κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραὴλ

    τί ἐπιτελέσει ὁ θεός.

    ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται,

    καὶ ὡς λέων γαυριωθήσεται·

    οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν,

    καὶ αἷμα τραυματιῶν πίεται.

    καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Οὔτε κατάραις καταράσῃ μοι αὐτόν, οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.

    καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῳ Βαλάκ οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός, τοῦτο, ποιήσω;

    καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ, καὶ κατάρασαί μοι αὐτὸν

    ἐκεῖθεν.

    καὶ παρέλαβεν Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ, τὸ παρατεῖνον εἰς τὴν ἔρημον.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμούς, καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.

    καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτ£√ Βαλαάμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

    XXIV