Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Numbers

    Chapter 24

    Old Testament

    XXIVΒαλαὰμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς, καὶ ἀπέστρεψεν τὸ πρόσωπον εἰς τὴν ἔρημον.

    καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς. καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ.

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,

    φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,

    φησὶν ἀκούων λόγια θεοῦ,

    ὅστις ὅρασιν θεοῦ εἶδεν,

    ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

    ὡς καλοί σου οἱ οἶκοι, ᾿Ιακώβ,

    αἱ σκηναί σου, Ἰσραήλ·

    ὡς νάπαι σκιάζουσαι,

    καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμῶν·

    καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν κύριος,

    ὡσεὶ κέδροι παρ’ ὕδατα.

    ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ,

    καὶ κυριεύσει ἐθνῶν πολλῶν·

    καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία,

    καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.

    θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,

    ὡς δόξα μονοκέρωτος αὐτῶ·

    ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ,

    καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖν,

    καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.

    κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος·

    τίς ἀναστήσει αὐτόν;

    οἱ εὐλογοῦντές σε εὐλόγηνται,

    καὶ οἱ καταρώμενοί σε κεκατήρανται.

    καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαάμ, καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ. καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ Καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.

    νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα τιμήσω σε, καὶ νῦν ἐστέρεσέν σε κύριος τῆς δόξης.

    καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς μὲ ἐλάλησα λέγων

    ᾿Εάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου, ποιῆσαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ’ ἐμαυτοῦ· ὃσα ἐὰν εἴπῃ ὁ θεός, ταῦτα ἐρῶ.

    καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν.

    καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Φησὶν Βαλαὰμ υἱὸς Βεώρ,

    φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινὸς ὁρῶν,

    ἀκούων λόγια θεοῦ,

    ἐπιστάμενος ἐπιστήμην παρὰ ῾Υψίστου,

    καὶ ὅρασιν θεοῦ ἰδών,

    ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·

    δείξω αὐτῷ, καὶ οὐχὶ νῦν·

    ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ

    καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ,

    καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ,

    καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.

    καὶ ἱστᾶι ᾿Εδὼμ κληρονομία,

    καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ·

    καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύι.

    καὶ έξεγερθήσεται ἐξ Ἰακώβ,

    καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.

    καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ,

    καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.

    καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    Ἰσχυρὰ ἡ κατοικία σου·

    καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,

    καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας,

    Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.

    καὶ ἰδὼν Ὤγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

    *Ὤ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;

    καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων,

    καὶ κακώσουσιν ᾿Ασσούρ, καὶ κακώσουσιν ᾿Εβραίους,

    καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.

    καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς ἑαυτόν.