Chapter 25
Hellenistic Old Testament GreekΚαὶ κατέλυσεν Ἰσραὴλ ἐν Σάττειν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς Θυγατέρας Μωάβ.
καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔψαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν,
καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ κύριος τῷ ᾿Ισραήλ.
καὶ εἶπεν τῷ Μωυσῇ Λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παρααὐτοὺς Κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ ᾿Ισραήλ.
καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ Αποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ ΒεελΦεγώρ.
καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανεῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
καὶ ἰδὼν Φεινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν
σειρομάστην ἐν τῇ χειρὶ
εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν ᾿Ισραηλείτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ᾿Ισραήλ.
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων
Φινεὲς υἱὸς ᾿Ελεαζὰρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραήλ ἐν τῷ τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου.
οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,
καὶ ἔσται αὐτῶ καὶ τῶ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατίας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ.
τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλείτου τοῦ ὅς ἐπλήγη μετὰ τῆς Μαδιανείτιδος, Ζαμβρεί, υἱὸς Σαλμών, οἴκου πατριᾶς τῶν Συμεών·
καὶ ὄνομα τῇ γυναικὶ τῆ είτιδι τῇ πεπληγυίᾳ Χασβεί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμόθ· οἴκου πατριᾶς ἐστιν τῶν Μαδιάν.
καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων
᾿Εχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,
ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα; δολιοῦσιν ὑμᾶς διὰ Φογώρ, κα διὰ Χασβεὶ θυγατέρα ἄρχοντος Μαδιὰν ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῆ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.