Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 2

    Old Testament

    Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,

    ὑπακούσεται σοφίας τὸ οὗς σου,

    καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,

    παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.

    ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ

    καὶ τῇ συνέσει δῷς φωνήν σου,

    καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον

    καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·

    τότε συνήσεις φόβον Κυρίου,

    καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.

    ὅτι Κύριος δίδωσιν σοφίαν,

    καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·

    καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,

    ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς

    δικαιωμάτων,

    καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει

    πότε συνήσεις δικαιοσύνην καὶ κρίμα,

    καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.

    ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,

    ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.

    βουλὴ καλὴ φυλάξει σε,

    ἔννοια δὲ ὁσία τηρήσει σε·

    ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς

    καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν.

    ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας

    τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,

    οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς

    καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,

    ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,

    τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας

    καὶ ἀλλότριον τῆς δικαίας γνώμης.

    υἱέ, μή σε καταλάβῃ κακὴ βουλή,

    ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος,

    καὶ διαθήκην θείαν ἐπιλελησμένη.

    ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς,

    καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·

    πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν

    οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·

    εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς.

    οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.

    εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.

    ποριαν U+05D0AC 8 οδους] οδον AC 9 αυξονας A (item 18) 10 η σοφια] σοφια U+05D0* (η σ. U+05D0c.a) | ειναι] ειη Afort 12 om σε A 13 εγκατα- λιποντες U+05D0 15 τροχειαι B (τροχιαι Bᵇ U+05D0A) 17 απολιπουσα U+05D0 19 πορευοιμενοι U+05D0 | καταλαμβανωνται A

    ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν,

    καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·

    ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,

    οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς.