Chapter 3
Hellenistic Old Testament GreekΥἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου,
τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.
ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε,
ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ θεῷ,
ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·
πάσαις ὁδοῖς σου γνώριζε αὐτήν,
ἴνα ὀρθοτομῇ τὰς ὁδούς σου.
μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,
φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
τότε ἴασις ἔσται τῷ σώματί σου,
καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
τίμα τὸκύριον ἀπὸ σῶν δικαίων πόνων,
καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·
ἴνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτῳ,
οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου,
μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
ὃν γὰρ ἀγαπῷ Κύριος ἐλέγχει.
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν,
καὶ θνητὸς ὃς εἶδεν φρόνησιν.
κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν·
οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν.
εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῆ δεξιῷ αὐτῆς,
ἐν δὲ τῆ ἀριστερῷ αὐτῆς πλοῦτος καὶ δόξα· a ¹⁶aἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί,
καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·
ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς,
καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον.
ὁ θεὸς τῆ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν,
ἡτοίμασεν δὲ οὐρανοὺς φρονήσει·
ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν.
νέφη δὲ ἐρρύησαν δρόσους.
Υἱέ. μὴ παραρυῇς,
τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν·
ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
aἔσται δὲ ἴασις ταῖς σαρξί σου,
καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις·
ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,
ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ,
ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν
οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου,
καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς.
μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,
ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.
18 επι Κυριον] + ασφαλη Bᵃᵇ + ασφαλης U+05D0c.a A 19 φρονησει] pr εν U+05D0c.aA 20 αισθησει] +αυτου U+05D0c.a | εφη A* (νεφη A?) | δροσους] δροσω U+05D0c.a 22a σαρ- ξιν U+05D0c.a A | επιμελια U+05D0 | σοις (οις U+05D0* σοις U+05D0¹) οστεοις] οστ. σου U+05D0c.aA 24 om γαρ A 25 ου] + μη A 27 βοηθειν] ευ ποιει (sic) A
μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω,
δυνατοῦ σου ὄντος εἶ ποιεῖν·
οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά,
παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,
μή τί σε ἐργάσηται κακόν.
μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη,
μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,
ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν,
ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
Κύριος ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.
δόξαν σοφοὶ κληρονομήσουσιν,
οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.