Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 6

    Old Testament

    Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,

    παραδώσεις σὴν χεῖρα ἐχθρῷ.

    παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,

    καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

    ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου·

    ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον·

    ἴσθι μὴ ἐκλυόμενος,

    παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω.

    μὴ δῷς ὕπνον σοῖς ὄμμασιν,

    μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις.

    ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων

    καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

    Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,

    καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ,

    καὶ γενοῦ ἐκείνου σοφώτερος·

    ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος,

    μηδέ τὸν ἀναγκάζοντα ἔχων

    μηδὲ ὑπὸ δεσπότην ὤν,

    ἑτοιμάζεται θέρους τὴν τροφήν,

    πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.

    aἢ πορεύθητι πρὸς τὴν μέλισσαν

    καὶ μάθε ὡς ἐργάτις ἐστιν,

    τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·

    ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται,

    ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·

    καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,

    τὴν σοφίαν τιμήσασα προήχθη.

    ἕως τίνος, ὀκνηρέ, κατάκεισαι;

    πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ

    ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις,

    ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·

    εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία,

    καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.

    ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,

    ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

    Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

    ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί

    διδάσκει δέ ἐννεύμασιν δακτύλων·

    διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·

    ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.

    διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ.

    διακοπὴ καὶ συντριβὴ ἀνίατος·

    ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,

    συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·

    ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,

    χεῖρες ἐκχέουσαι αἷμα δικαίου,

    καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,

    καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.

    ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,

    καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

    Υἱέ, φύλασσε νόμους πατρός σου,

    καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

    ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,

    καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.

    ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·

    ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,

    ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.

    ὅτι λύχνος ἐντολὴ νόμου.

    καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,

    A | απαυτομολησει] απαυτομολογησει U+05D0* (om ογ U+05D0¹ (vid)) αυτομολησει A 13 εννευμασι U+05D0 | δακτυλων sup ras Aᵃ? 14 διεστραμμενη] + δε U+05D0A τεκταινεται] κατασκευαζει Bᵃ? ᵐᵍ | εν παντι καιρω c seqq coniung A 15 δια] | + δε BᵃᵇU+05D0c.aA | απωλια U+05D0 | διακοπη] + δε 16 θεος] κς U+05D0A | συντρι- βεται B (συντρειβ.) U+05D0c.aA] συντριβη U+05D0* | δι] δια A 17 δικαιου] δικαιον U+05D0c.aA 18 επιδπευδοντες Avid (επισπ. Aᵃ?) 19 κρισις BU+05D0A | αδελφοθ U+05D0 (-φων U+05D0¹) 20 φυλασσε υιε A 21 αηφασψαι U+05D0* (αφαψ. U+05D0¹) | αυτους BU+05D0c.aA] αυτας U+05D0* | εγκλοιωσαι BᵃᵇA (-σε) | επι 2⁰] περι U+05D0c.aA 22 αν 1⁰] εαν U+05D0 | συλλαλη] συνλαλη U+05D0 συλλαλησω A 23 και φως c praec coniung A | οδος] pr και U+05D0c.aA | om και 2⁰ BcU+05D0A | παιδια U+05D0A

    τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου

    καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

    μή σε νικήσῃ κάλλους ἐπιθυμία,

    μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,

    μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.

    τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,

    γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

    ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;

    ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ

    κατακαύσει

    οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·

    οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

    οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,

    κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

    ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,

    καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·

    ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ

    περιποιεῖται,

    ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·

    τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

    μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,

    οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·

    οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,

    οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.