Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 7

    Old Testament

    Υἱέ, φύλασσε ἐμοὺς λόγους,

    τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ· aυἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις,

    πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.

    φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις,

    τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·

    περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,

    ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.

    εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,

    τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,

    ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,

    ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.

    ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας

    παρακύπτουσα,

    ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,

    παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς

    καὶ λαλοῦντα

    ἐν σκότει ἑσπερινῷ,

    ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν.

    ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,

    ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.

    ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,

    ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·

    χρόνον γὰρ τινα ἔξω ῥέμβεται,

    χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.

    εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,

    ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ

    Θυσία εἰρηνική μοί ἐστιν·

    σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·

    ἕνεκα τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι,

    ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε.

    κειρία τέτακα τὴν κλίνην μου,

    ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου·

    διέρραγκα τὴν κοίτην μου κρόκῳ,

    ἐλθὲ καὶ ἀπολαύσωμεν φίλας ἔρωτι. ὄρθρου,

    τὸν δὲ οἶκόν μου κινναμώμῳ

    δεῦρο καὶ ἐνκυλισθῶμεν ἔρωτι.

    οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,

    πεπόρευται δὲ ὁδὸν μακράν,

    9 ενσπερινω U+05D0 | νυκτερινη] + η U+05D0Α | γνοφωδης] γνοφος A 10 η 1°] ει U+05D0* (η U+05D01) 13 om δι U+05D0 | ειπεν U+05D0* (προσειπεν U+05D0c.a) 14 ειρηνικοι U+05D0* (-κη U+05D01) 15 υπαντησιν] συναντησιν BᵃᵇU+05D0A | σοι] μου A 16 κειρια Bᵇ (κειρεια B* κιρια U+05D0*)] κιριαις U+05D0c.a κηριοις A 17 διερραγκα Bᵃᵇ (-νκα B*) A] διερρακα U+05D0 | κροκω BvidU+05D0c.aA] κροκινω B? (ινω sup ras) U+05D0 18 ορθου U+05D0 | εγκυ- λισθωμεν BᵃᵇA

    ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,

    δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.

    ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ,

    βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν·

    ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,

    ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται,

    καὶ ὥσπερ κύων ἐπὶ δεσμούς,

    ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ·

    σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα,

    οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.

    νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου.

    μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·

    πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,

    καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·

    ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς.

    κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου.