Chapter 8
Hellenistic Old Testament GreekΣὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ.
ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,
ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
ἐν δὲ εἰσόδοις ὑμνεῖται
Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,
καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
νοήσατε, ἄκακοι, πανουργίαν,
οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,
καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.
ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,
ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·
μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν.
λάβετε παιδείαν καὶ μὴ ἀργύριον,
καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον·
κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,
ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην·
κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.
φόβος Κυρίου μισεῖ ἀδικίαν,
ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·
μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
ἐμὴ βουλὴ καὶ ἀσφάλεια,
ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς·
δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς
ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.
πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,
καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.
τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,
καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,
ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,
καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα.
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
αισθησει χρυσιου καθαρου Bᵇ⁽vid)mg inf ανταναιρεισθαι εσθησιν χρυσιου και ργυριου A 12 κρεισσων... πολυτελων unc incl Bᵃ om U+05D0A (hab Bc) 13 αδικιαν] αδικ sup ras Bc vid | υπερηφανιαν υβριν τε και αδικιαν U+05D0 (αδ.υβριν τε και υπ. U+05D0c.a) 14 ασφαλια U+05D0Α 15 γραφουσιν] γαρ αφουσιν A 17 φιλουντας] ζητουντας U+05D0* (φιλ. U+05D0¹) | ευρησουσιν] χαριν U+05D0c.aA 18 κτη- σεις A 19 τιμιον] + πολυν A | κρεισσω] κρισσων U+05D0 κρισσον A 20 τρι- βων] οδων U+05D0* (τριβ. U+05D0c.a ᵐᵍ) | δικαιωματος] κ δικοσυνης U+05D0c.a mg δικαιοσυνς· A 21 θυσαυρους B
Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,
πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
πρὸ δέ πάντων βουνῶν γεννᾶ με.
Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,
καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·
καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,
καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
ἤμην παρʼ αὐτῷ ἁρμόζουσα·
ἐγὼ ἤμην ᾗ προσέχαιρεν.
καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ
καιρῷ,
ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας,
καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
νῦν οὗν, υἱέ, ἄκουέ μου.
μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,
καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,
τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.
καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.