Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 21

    Old Testament

    ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ·

    οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν.

    πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος,

    κατευθύνει δὲ καρδίας Κύριος.

    ποιεῖν δίκαια καὶ ἀληθεύειν

    ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.

    μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος·

    λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.

    U+05D0 A | αρτων] αυτων U+05D0* (αρτ. U+05D0c.a) 18 τα διαβηματα] om τα A | δε] ε inst U+05D0? 19 αγιασαι] prius απαται U+05D0* 21 ος] pr η λυχνος A | ερευνα BᵃᵇU+05D0A | ταμεια Bᵃᵇ (ταμια BU+05D0*)] ταμιεια A 24 ταμεια Bᵃ(vid)ᵇ (ταμια BU+05D0)] ταμιεια A pr τα U+05D0 (om τα U+05D0c.a) XXI 1 εαν] δ αν U+05D0A | νευση U+05D0c.aA | om εκει A 4 αμαρτιαι U+05D0c.aA

    ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ

    μάταια διώκει ἐπὶ παγίδας θανάτου.

    ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται,

    οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.

    πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός,

    ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ.

    κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου

    ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ.

    ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπʼ οὐδενὸς τῶν ἀνθρώπων.

    ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ κακός,

    συνίων δὲ σοφὸς δέξεται γνῶσιν.

    συνίει δίκαιος καρδίας ἀσεβῶν

    καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς.

    ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς,

    καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων.

    δόσις λάθριος ἀνατρέπει ὀργάς,

    δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν.

    εὐφροσύνη δικαίων ποιεῖ κρίμα,

    ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις.

    ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης

    ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται.

    ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην,

    φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον·

    περικάθαρμα δὲ δικαίου ἄνομος.

    κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ

    ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου.

    θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ,

    ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν.

    ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.

    πόλεις ὀχυρὰς ἐπέβη σοφὸς

    καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς.

    ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν,

    διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ.

    θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται,

    ὃς δὲ μνησικακεῖ παράνομος.

    ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν,

    οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι.

    ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς,

    ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς.

    θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,

    καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς.

    μάρτυς ψευδὴς ἀπολεῖται,

    ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει.

    ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ,

    ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ.

    οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρία,

    οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ.

    ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου,

    παρὰ δὲ Κυρίου ἡ βοήθεια.