Chapter 24
Hellenistic Old Testament Greekυἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας,
μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
29 om δε U+05D0c.aA | αηδιαι U+05D0A | πελιοι U+05D0* (πελειοι BvidA)] πελιδνοι Bᵇ?c? (sup ras) μελανες Bᵃᵐᵍ et superius φλυαριαι (φλοιαριαι corr) ομιλιαι ενφιλονικοι Ba | οφθαλμοι] pr οι BᵃU+05D0 30 εγχρονιζοντων Bᵃᵇ 31 εν οινοις] οινοις U+05D0 οινω A | τα ποτηρια] pr εις U+05D0A | γυμνοτερος] γυμνος U+05D0 (- νοτερος U+05D0c.a) | περου] υπεροης U+05D0* (-ρου U+05D0c.a) 32 αυτω] αυτου A 35 ορθρος] ρθος U+05D0
ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
καὶ μετὰ συνέσεως ἀνορθοῦται·
μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
κρείσσων σοφὸς ἰσχυροῦ,
καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
μετὰ κυβερνήσεως γίνεται πόλεμος,
βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
ἀπαιδεύτοις συναντᾷ θάνατος,
ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις.
ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
ῥῦσαι ἀγομένους εἰς θάνατον
καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει·
καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων,
μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,
οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ,
καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ.
μὴ χαῖρε ἐπὶ κακοποιοῖς,
μηδὲ ζήλου ἁμαρτωλούς·
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ,
λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα,
καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς,
τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;
aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
δεχόμενος δὲ ἐδέξατο αὐτόν.
bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ.
cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη·
ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται.
dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει,
καὶ συνκαίει ὥσπερ φλόξ,
§ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.
Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι.
καὶ δεξάμενος αὐτοὺς μετανόει.
τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι.
ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,
καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί.
θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;
U+05D0c.a) 20 πονηρων U+05D0A 21 μηδετερω A 22a λογον] asterisc adpinx A?ᵐᵍ 22 b βασιλει] βασιλεως A | om αυτου U+05D0A | γλωσσης] + αυτου U+05D0A | μη] pr ου U+05D0 22d συνευροις U+05D0* (συν ν. U+05D0c.a) | ανθρωπους] ανου A 22 e συνκαιει (συγκ. Bᵃ?ᵇA)] εκκαιει U+05D0 | ωστε] ως τα U+05D0* (ωστε U+05D0c.a) 24 τους] + δε A | δεξαμε- νους U+05D0* (-νος U+05D0 c.a) | ταδε] τι δε U+05D0* (ταδε U+05D0c.a) | παυσομαι U+05D0* (παυομαι U+05D0c.a) 25 ανθρωπων 1°] pr των C | ανθρωπων 2⁰] ανου AC 26 θεος] pr ο U+05D0C δεδιδαχεν] εδιδαξεν U+05D0 | αγιων] ανων A*vid
τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς,
τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;
πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι,
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν.
μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς
γένῃ.
δύο αἰτοῦμαι παρὰ σοῦ,
μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με·
μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,
πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,
σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη·
ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ
ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ.
μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου,
μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς.
ἔκγονον κακὸν πατέρα καταρᾶται,
τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·
αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
καὶ παρασκευάζου εἰς τὸν ἀγρόν,
καὶ πορεύου κατόπισθέν μου
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην,
μηδὲ πλατύνου σοῖς χείλεσιν.
μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
ὥσπερ γεώργιον ἀνὴ
καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος,
οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
ὕστερον ἐγὼ μετενόησα,
ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου,
καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι.
καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν.
καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
ᾅδης καὶ ἔρως γυναικὸς
καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
- σου U+05D0 c.a 44 με] μα A* (μαι A¹) 45 αμπελος C 46 εκλελειμμενος BabC 47 επεβλεψα U+05D0c.a C | παιδιαν U+05D0 48 om δε 1°U+05D0 49 ποιης] ο sup as B? ποιησις U+05D0 | om σου 2⁰ AC 50 βδελλι C | ενεμπιπλασαν A 51 αδης] ρης A* (αδ. Aᵃ?) | εμπιμλαμενη C | πυρ και υδωρ C | επωσιν C* (ειπ. C?) 2 εκκοψαισαν BᵃᵇU+05D0C (-ψεσαν B*)] εκκολαψαισαν A | αυτον 1⁰] αυτην A | αυ- ον 2⁰] αυτην A* (-τον A?)
τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ
ἐπιγινώσκω·
ἴχνη ἀετοῦ πετομένου,
καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας,
καὶ τρίβους νηὸς ποντοπορούσης,
καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι
ἄτοπον.
διὰ τριῶν σείεται ἡ γῆ,¶
τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
ἐὰν οἰκέτης βασιλεύσῃ,
καὶ ἄφρων πλησθῇ σιτίων,
καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,
ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς,
καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς,
καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν,
κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται,
καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος,
καὶ τράγος ἡγούμενος αἰπολίου,
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ,
καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·
ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως
χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
τί, τέκνον, τηρήσεις; τί; ῥήσεις θεοῦ·
πρωτογενές, σοὶ λέγω, υἱέ·
τί, τέκνον ἐμῆς κοιλίας;
τί, τέκνον ἐμῶν εὐχῶν;
μὴ δῷς γυναιξὶ σὸν πλοῦτον,
καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
μετὰ βουλῆς πάντα ποίει,
μετὰ βουλῆς οἰνοπότει.
οἱ δυνάσται θυμώδεις εἰσίν,
οἶνον δὲ μὴ πινέτωσαν·
ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας,
καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.
δίδοτε μέθην τοῖς ἐν λύπαις,
καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν
ἔτι.
ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ,
καὶ κρῖνε πάντας ὑγιῶς·
ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως,
διάκρινε δὲ πένητα καὶ ἀσθενῆ.