Chapter 23
Hellenistic Old Testament Greekἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,
νοητῶς νόει τὰ παρατιθέμενά σοι,
καὶ ἐπίβαλλε τὴν χεῖρά
σου,
εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι.
εἰ δὲ ἀπληστότερος εἶ, ³μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ·
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,
τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.
ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ πεσεῖται·
κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,
καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων
αὐτοῦ·
ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
οὕτως ἐσθίει καὶ πίνει.
(αληθιας U+05D0c.a) | σοι] σε A 22 om γαρ C 23 om Κυριος U+05D0* (hab U+05D0c.a) | αυτου] εαυτου A | κρισιν] ψυχην U+05D0* (κρ. U+05D0c.a) δικην A | ψυχην ασυλον U+05D0 27 εχης AC | αποτεισης U+05D0c.a αποτισης A (-σεις Capp) | ληψονται C | πλερας Cvid (υ superscr C?) 29 βασιλευσιν U+05D0 | παραστηναι bis C ταρισταναι (2⁰) A | ανδρασιν U+05D0 XXIII 1 δυναστου AC 2 την χειρα] τας χειρας C 3 επιθυμη C 4 παρεκτεινου (-τινου U+05D0c.a AC)] παρεκτινης U+05D0 5 προς] επ U+05D0* (προς U+05D0c.a) | πεσειται] φανιται U+05D0c.a φανειται AC | πτερυγας U+05D0* (-γαις U+05D0c.a) | αυτου] αυτον C 6 βρωματων] εδεσματων C
μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου
μετʼ αὐτοῦ·
ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς
καλούς.
εἰς ὦτα ἄφρονος μηδὲν λέγε,
μή ποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
μὴ μεταθῇς ὅρια αἰώνια,
εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος·
κραταιός ἐστιν, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
δὸς εἰς παιδείαν τὴν καρδίαν σου,
τὸ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
μὴ ἀπόσχῃ νήπιον παιδεύειν,
ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ·
σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,
τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία,
εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν
ὀρθὰ ὦσιν.
μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,
ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ,
καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς·
πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,
καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε,
καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
καλῶς ἐκτρέφει πατὴρ δίκαιος,
ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,
καὶ χαιρέτω ἡ τεκοῦσά σε.¶
δός μοι, υἱέ, σὴν καρδίαν·
οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος
καὶ φρέαρ στενὸν ἀλλότριον.
οὗτος γὰρ συντόμως ἀπολεῖται,
καὶ πᾶς παράνομος ἀναλωθήσεται.
τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσις;
τίνι δὲ ἀηδία καὶ λέσχαι;
τίνι συντρίμματα διὰ κενῆς;
τίνος πελιοὶ ὀφθαλμοί;
οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις;
οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις,
καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς
ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου·
τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται,
καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
τὸ στόμα σου τότε λαλήσει σκολιά,
καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης,
καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.
ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα,
καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι;