Chapter 1
Hellenistic Old Testament GreekΜΑΚAPΙΟΣ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν,
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη,
καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ,
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρά τἀς διεξόδους
τῶν ὑδάτων,
ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ,
καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται·
καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
ἀλλʼ ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου
τῆς γῆς.
διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει,
οὐδέ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων,
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.