Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 2

    Old Testament

    Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

    παρέστησαν οἱ βασιλεῖς τῆς γῆς

    καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

    κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. διάψαλμα.

    διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν,

    καὶ ἀπορρίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.

    ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς,

    καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτοὺς.

    τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ,

    καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.

    ἐγὼ δὲ κατεστάθην ὑπʼ αὐτοῦ

    ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ,

    διαγγέλλων τὸ πρόσταγμα Κυρίου.

    Κύριος εἶπεν πρὸς μέ ⁷ἰός μου εἶ σύ,

    ἐγὼ σήμερον γεγέννηκά σε·

    αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου,

    καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·

    ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ,

    ὡς σκεῦος κεραμέως συντρίψεις αὐτοὺς.

    καὶ νῦν, βασιλεῖς, σύνετε·

    παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.

    δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ,

    καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

    δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος,

    καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας,

    ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ.

    μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ