Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 10

    Old Testament

    Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.

    Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου

    Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;

    ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,

    ἡτοίμασαν βέλη §εἰς φαρέτραν,

    τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

    ὅτι ἃ κατηρτίσω καθεῖλον·

    ὁ δὲ δίκαιος τί ἐποίησεν;

    Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·

    Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.

    οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,

    τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.

    Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·

    ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

    ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας·

    πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου

    αὐτῶν.

    ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.