Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 11

    Old Testament

    Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυείδ.

    Σῶσόν με, Κύριε· ὅτι ἐκλέλοιπεν ὅσιος,

    ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

    μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,

    χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.

    ἐξολεθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα,

    τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,

    τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστίν· τίς ἡμῶν κύριός ἐστιν;

    ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων

    νῦν ἀναστήσομαι, λέγει Κύριος·

    θήσομαι ἐν σωτηρίᾳ, παρησιάσομαι ἐν αὐτῷ.

    διαι A 3 α] + συ U+05D0c.ᵃAR* | καθειλον] pr αυτοι U+05D0c.ᵃA 4 τον πενητα] την οικουμενην 5 ασεβην A | αδικιαν pr την U+05D0c.bARU | ψυχη U 6 πακιδας U+05D0* R παγιδα U+05D0c.a (vid) (postea παγιδας) A | θιον BAU | η μερις] om η R 7 Κυριος] pr ο | δικαιοσυνην U+05D0* ((-νας U+05D0c.a) U vid | |ηγαπησεν B* η|γα- πησεν Bᵇ | ευθυτητας U+05D0c.aA | om αυτου R* (hab Rᵃ) — Stich 17 BU+05D0A 16 R XI 1 ψ. τω Δ. υπερ της ογδ. A 2 ολιγωθησαν U |..ν υιον U 3 ελα- λησαν U+05D0 | το πλησιον U | bis scr και εν καρδια A* (improb 1° Aᵇ) | ελαλησαν (-σεν U)] + κακα U+05D0c.ᵃ (ras U+05D0c. ᵇ?) A + πονηρα R 4 εξολοθρευσαι Bᵇ ἐξολεθ- ρευσει AR εξολεθρευσι U* (-θρευσε vel -θρευε U¹) εξολοθρευσει R | om και U+05D0c.ᵃ | μεγαλορημονον R 5 τις inc stich in BU+05D0 6 απο 1°] ενεκεν U+05D0c.aR | om απο 2° U+05D0c.aRU | σωτηριω U+05D0c.ᵃARᵃ | παρρησιασομαι BᵃᵇAR

    τὰ λόγια Κυρίου λόγια ἁγνά,

    ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ,

    κεκαθαρισμένον ἑπταπλασίως.

    σύ, Κύριε, φυλάξεις ἡμᾶς,

    καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

    κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·

    κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.