Chapter 12
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας;
ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ;
ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου·
φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον,
μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν·
οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα·
ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με,
καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.