Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 13

    Old Testament

    Εἰς τὸ τέλος· φαλμὸς τῷ Δαυείδ.

    Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός.

    διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,

    οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

    Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

    τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.

    πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν,

    οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

    τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,

    ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·

    ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,

    ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·

    ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·

    σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

    καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·

    οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

    οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν,

    οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.

    ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος·

    ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.

    βουλὴν πτωχοῦ κατῃσχύνατε,

    ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.

    τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;

    ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ

    αὐτοῦ

    ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.

    ωθησαν A* (hab Aᵃ ᵐᵍ sup et inf) 2 Κυριος] pr ο U | υιου B* (υιους Bᵃᵇ) | η] και | εξη[των] U* (εζ. U1vid) | των θν U 3 ηχρειωθ. Bᵃᵇ | ποιων] pr ο U+05D0* (om U+05D0c.ᵃ) | χρηστοτητα] αγαθον R | om ταφος...οφθαλμων αυτων U+05D0c.ᵃ (uncis incl) A | λαρυξ U* (γ superscr U¹) | om ταις γλωσσαις αυτων U | ασπιδος | στομα] + ουτων R | om αρας R | και|και πικριας U | γεμει και πικριας R | εκχεαι] εις εκκεχυηναι (sic) R | αιμα] pr το R 4 αδι- κιαν] ανομιαν U+05D0ARU | κατεσθοντες] εσθιοντες U+05D0 κατεσθιοντες AR* U | βρωσει] pr εν A 5 φοβω BU+05D0c.aAU] φοβον U+05D0* R | ου] ω AR οπου | ο θεος] pr κς U+05D0c. ᵃ | εν γενεα] εις γενεαν R | δικαια] δικαιων U+05D0c.a AU δικαιαν R 6 κατησχυνετε U | οτι ο δε U+05D0c.a U | Κυριος] ο θς R* | ελπις] pr η 7 τω σω|τηριον U | Κυριον] κς | αγαλλιασθω] αγαλ- λιασεται U+05D0AU | ευφρανθητω] ευφρανθησεται U+05D0AU — Stich 24 BU+05D0 14 A* (17 Aᵃ) 26 R