Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 14

    Old Testament

    Ψαλμὸς τῷ Δαυείδ.

    Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου;

    καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;

    πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην,

    λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·

    ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ,

    οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν,

    καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·

    ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος,

    τοὺς δὲ φοβουμένους Κύριον δοξάζει·

    ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·

    τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ,

    καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβεν·

    ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.