Chapter 110
Hellenistic Old Testament GreekἉλληλουιά.
Ἐξομολογήσομαί συι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
μεγάλα τὰ ἔργα Κυρίου.
ἐξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ·
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
5| κυριος] om ο 2 δυναμεως] + σου R | εξαποστελει] εξαποστελλει R + σοι U+05D0c.aT | Σειων T 3 αρχη] pr η U+05D0c.aART | τη λαμπροτητι] ταις λαμπροτεσι U+05D0c.aT ταις λαμπροτησιν A | αγιων] + σου U+05D0c.a AT | εξεγεννησα] εγεννησα U+05D0c.aAT 4 om ει AT 5 οργης] pr της R 6 κρινει εν ART] κρινιν U+05D0* κρινι ε U+05D0c.a vid | πληρωση T | πτωματα ART | συνθλαση T γην πολλην] γης πολλην (sic) U+05D0c.a γης πολλων ART 7 πιεται] + υδωρ A | υψωση T — Stich 14 U+05D0 Τ 15 A 13 R CX 1 ευθιων U+05D0AT 2 Κυριου] pr του R | εξεζητημενα] εξητημενα R 3 εξομολογησεις U+05D0A | μεγαλοπρεπια Τ
μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·
τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν,
μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
ἰσχὺν ἔργων ἑαυτοῦ ἀνήγγειλεν τῷ λαῷ ἑαυτοῦ,
τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ·
ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
ἀρχὴ σοφίας φόβος Κυρίου.
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν·
ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.