Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 111

    Old Testament

    Ἁλληλουιά.

    Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,

    ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα·

    δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,

    γενεὰ εὐθείων εὐλογηθήσεται·

    δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,

    καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

    ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι·

    ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.

    χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν,

    οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·

    ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται·

    εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

    ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·

    ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον.

    ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθήσεται,

    ἕως οὗ ἐφίδῃ τοὺς ἐχθροὺς αὐτοῦ.

    ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,

    ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·

    τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.

    ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,

    τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·

    ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.